καλοῦμεν, ᾦ προσήκει διαλύεσθαι καὶ διαπίπτειν καὶ διαπνεῖσθαι, οὐκ εὐθὺς τούτων οὐδὲν πέπονθεν, ἀλλ’ ἐπιεικῶς συχνὸν ἐπιμένει χρόνον· ἐὰν μέν τις καὶ χαριέντως ἔχων τὸ σῶμα τελευτήσῃ, καὶ ἐν τοιαύτῃ ὥρᾳ, καὶ πάνυ μάλα. συμπεσὸν γὰρ τὸ σῶμα
καὶ ταριχευθὲν , ὥσπερ οἱ ἐν Αἰγύπτῳ ταριχευθέντες, ὀλίγου ὅλον μένει ἀμήχανον ὅσον χρόνον. ἔνια b δὲ μέρη τοῦ σώματος, καὶ ἐὰν σαπῇ, ὀστᾶ τε καὶ νεῦρα καὶ τὰ τοιαῦτα πάντα ὅμως, ὡς ἒπος εἰπεῖν, ἀθάνατά ἐστιν, ἢ οὔ; Ναί.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.