ἔοικε; Δηλαδὴ, ὠ Σώκρατες, ὅτι ἡ μὲν ψυχὴ τῷ θείῳ, τὸ δὲ σῶμα τῷ θνητῷ. Σκόπει δὴ, ἔφη, ὢ Κέβης, εἰ ἐκ πάντων τῶν εἰρημένων τάδε ἡμίν ξυμβαίνει · τῷ μὲν θείῳ καὶ ἀθανάτῳ καὶ νοητῷ 325 καὶ μονοειδεῖ καὶ ἀδιαλύτῳ καὶ ἀεὶ ὡσαύτως κατὰ τὰ αὐτὰ ἔχοντι ἑαυτῷ ὁμοιότατον εἶναι ψυχὴν, τῷ
δὲ ἀνθρωπίνω καὶ θνητῷ καὶ ἀνοήτῳ καὶ πολυειδεῖ καὶ διαλυτῷ καὶ μηδέποτε κατὰ τὰ αὐτὰ ἔχοντι ἑαυτῷ ὁμοιότατον αὖ εἶναι τὸ σῶμα
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.