δ’ ὡμολογήθη πρεσβύτερον καὶ αἴτιον εἶναι ὁ νοῦς, αὐτὸς οὗτος μόνος εὕρηται ὢν τὸ ἀγαθόν. καὶ γὰρ εἰ ὁ μὲν δημιουργὸς θεός ἐστι γενέσεως, ἀρκεῖ τὸ ἀγαθὸν οὐσίας εἶναι ἀρχή. ἀνάλογον δὲ τούτῳ μὲν ὁ δημιουργὸς θεὸς, ὢν αὐτοῦ μιμητὴς, τῇ δὲ
οὐσίᾳ ἡ γένεσις · εἰκὼν γὰρ αὐτῆς ἐστι καὶ μίμημα.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.