εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος. τῷ δ’ αἰεὶ ξυνέπεται δίκη, τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός· ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς, κεκοσμημένος, ὁ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας , ἢ χρήμασιν ἐπαιρόμενος,
ἢ τιμαῖς, ἢ καὶ σώματος εὐμορφίᾳ, ἅμα νεότητι καὶ ἀνοίᾳ, φλέγεται τὴν ψυχὴν μεθ’ ὕβρεως, ὥστε οὔτε ἄρχοντος οὔτε τινὸς ἡγεμόνος δεόμενος, ἀλλὰ καὶ b ἄλλοις ἱκανὸς ὢν ἡγεῖσθαι, καταλείπετει ἔρημος θεοῦ· καταλειφθεὶς δὲ, καὶ ἔτι ἄλλους τοιούτους
1 προσλαβὼν , σκιρτᾷ ταράττων πάντα ἄμα, καὶ πολλοῖς τισὶν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον οὐ πολὺν ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ, ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίησε.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.