τοῖς θεοῖς αὐτῶν ἐνδίκως ἐπιμεμψάμενοι, καί τινες διὰ ταῦτα ἀθεότητα μᾶλλον τῆς τῶν θεῶν θεραπείας προτετιμηκότες , τί χρὴ λοιπὸν ἡμᾶς ἐπιμέμφεσθαι, οὐχὶ δὲ ἀποδέχεσθαι καὶ ἐπαινεῖν, ὅτι τὸ κρεῖττον ἀγαπήσαντες , μᾶλλον δὲ τὸ μόνον ἀληθὲς εὑρόντες
c καὶ ἀπειληφότες τοῦ ψεύδους ἀνεχωρήσαμεν, οὔτε εἰς ἄθεον λογισμὸν τοῖς σοφοῖς Ἑλλήνων ὁμοίως περιτραπέντες, οὔτε πάλιν τοῖς θαυμαστοῖς παραπλησίως φιλοσόφοις ἀμαμὶξ τὴν πλάνην τὴν πολύθεον τῇ γνώσει τοῦ ἐπὶ πάντων θεοῦ φύραντες , οὐδέ γε τὸ
ψεῦδος ἅμα τῷ ἀληθεῖ συγχέαντες ;
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.