ἀλλ’ οὐδ’ αὐτὸς ὁ θαυμαστὸς Πύθιος εἰς φιλοσοφίαν d αὐτοὺς τοπαράπαν ὠφέλει, οὐδέ τις ἄλλος θεῶν αὐτοῖς εἰς ἀναγκαίου τινὸς ἐπιτήδευσιν συνήργει · ἀλώμενοι δὲ ὧδε κἀκεῖσε καὶ τὸν βίον ἅπαντα περιτρέχοντες ἀλλοτρίοις πτίλοις σφᾶς αὐτοὺς ἐφαίδρυνον
κατὰ τὸν μῦθον, ὥστε αὐτοῖς ἤδη τὴν πᾶσαν φιλοσοφίαν ἐξ ἐράνου συστῆναι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.