ἐν Ἰταλίᾳ Πυθαγορείοις σχολάσας οὐ μόνῃ τῇ παρὰ τούτοις ἠρκέσθη διατριβῇ, λέγεται δὲ ἀπᾶραι εἰς 1 Αἴγυπτον καὶ τῇ τούτων φιλοσοφίᾳ πλεῖστον ἀναθεῖναι χρόνον. τοῦτό τοι καὶ αὐτὸς τοῖς βαρβάροις πολλαχοῦ τῶν ἰδίων λόγων μαρτυρεῖ, εὖ μοι δοκεῖ ποιῶν, καὶ τὰ κάλλιστα ἐμπορεύεσθαι εἰς φιλοσοφίαν παρὰ τῶν βαρβάρων εὐγνωμόνως οὐκ ἀπαρνούμενος.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.