τούτου δὲ Λεύκιππος ἀκουστὴς γέγονε , Λευκίππου δὲ Δημόκριτος , οὗ Πρωταγόρας , καθ’ ὃν ἤκμασε Σωκράτης. καὶ ἄλλους δὲ σποράδην εστιν εὑρεῖν φυσικοὺς φιλοσόφους πρὸ Σωκράτους γενομένους· πλὴν ἀλλὰ πάντες ἀπὸ Θαλοῦ ἀρξάμενοι κατώτερον
Κύρου τοῦ Περσῶν βασιλέως φαίνονται ἠκμακότες ’ ὁ δὲ Κῦρος μετὰ πλεῖστον τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας 297 τοῦ Ἰουδαίων ἔθνους δῆλός ἐστι γεγονὼς, 505 διαλελοιπότων ἤδη τῶν παρ’ Ἑβραίοις προφητῶν, καὶ τῆς ἱερὰς μητροπόλεως αὐτῶν πεπολιορκημένης·
ὥστε σε ὁμολογεῖν πολὺ νεώτερα Μώσεως καὶ τῶν μετ’ αὐτὸν προφητῶν τὰ τῆς Ἑλλήνων γεγονέναι φιλοσοφίας, καὶ μάλιστα τῆς κατὰ Πλάτωνα, ὃς ἀκουστὴς τὰ πρῶτα γενόμενος Σωκράτους , κἄπειτα τοῖς Πυθαγορείοις ὁμιλήσας, τοὺς πρὸ αὐτοῦ πάντας λόγῳ b
τε καὶ συνέσει καὶ τοῖς ἐν φιλοσοφίᾳ δόγμασιν ὑπερηκόντισε.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.