καὶ τοῖς εἰρημένοις ἀρκουμένου, ποικίλην περιέχουσι τὴν περὶ τοῦ προκειμένου σύστασιν; προύκειτο δὲ ἡμῖν τὰ Μωσέως καὶ τῶν προφητῶν παλαίτερα τῶν Ἑλληνικῶν ἀποδεῖξαι.
d φέρ᾿ ἴδωμεν καὶ τοὺς μετ᾿ αὐτὸν ἅπαντας. Μωσῆς δ᾿ ὅτι τῶν πρὶν ἀληθῶς Ἑβραίων Ἕβερ τε καὶ Ἁβραὰμ, ἀφ᾿ ὧν καὶ τὸ παρώνυμον τοῖς ἀνδράσιν ἐπιτέθειται, τῶν τε λοιπῶν θεοφιλῶν τε καὶ παλαιῶν ἀνδρῶν ὕστατος τοῖς χρόνοις παρεφάνη τῷ βίῳ, δῆλον
ἀπὸ τῆς κατ᾿ αὐτὸν ἱστορίας τυγχάνει.
ιη΄. μεθ᾿ ὃν Ἀὼδ ἔτη π΄. μεθ᾿ ὃν πάλιν ἀλλόφυλοι 503 ἔτη κ΄· ἔπειτα Δεββώρα καὶ Βαρὰκ ἔτη μ΄. ἔπειτα Μαδιηναῖοι ἔτη ζ΄· ἔπειτα Γεδεὼν ἔτη μ΄. Ἀβιμέλεχ ἔτη γ΄. Θωλὰ κγ΄· Ἰαεὶρ κβ΄· Ἀμμανῖται ιη΄· Ἰεφθάε ἔτη ς΄· Ἐσβὼν ἔτη ζ΄· Αἰαλὼν ἔτη ι΄· Λαβδὼν
ἔτη η΄· ἀλλόφυλοι ἔτη μ΄· Σαμψὼν ἔτη κ΄· ἔπειτα Ἠλεὶ ἱερεὺς, ὡς τὸ Ἑβραϊκὸν, ἔτη μ΄· περὶ ὃν συμβαίνει τὴν Ἰλίου καταντᾶν ἅλωσιν· μετὰ δ᾿ Ἠλεὶ τὸν ἱερέα ἡγεῖται τοῦ λαοῦ Σαμουήλ.
b ἔτεσι μ΄· ἔπειτα Σολομῶν ἔτεσι μ΄· ὃς καὶ τὸν ἐν Ἱεροσολύμοις ναὸν ἐδείματο πρῶτος. μετὰ δὲ Σολο- μῶνα βασιλεύει Ῥοβοὰμ ἔτη ἵζ’· Ἀβιὰ ἔτη γ’ ’ Ἄσα ἔτη μὰ· Ἰωσαφὰτ ἔτη κε· Ἰωρὰμ ἔτη ἡ ’ Ὀχοζίας ἔτος ἁ· Γοθολιὰ ἴτη ’ς·
Ὠσηὲ, Ἀμὼς, Ἠσαίας, Ἰωνᾶς· μετὰ δὲ ’ Ὀζίαν βασιλεύει ἔτη ἰέ ’ μεθ’ ὃν ἔτη ἰέ. κατὰ τοῦτον ἡ πρώτη Ὀλυμπιὰς ἤχθη, ἣν ἐνίκα στάδιον Κόροιβος Ἠλεῖος.
μετὰ δὲ Ἐζεκίαν βασιλεύει Μανασσῆς ἔτη νέ· ἔπειτα Ἀμὼν ἔτη β΄· ἔπειτα Ἰωσίας ἔτη ’ καθ’ ὃν προφητεύουσιν Ἱερεμίας, Βαροὺχ, Ὀλδᾶ καὶ ἄλλοι προφῆται.
Σεδεκίας ἔτη ιβ΄ κατὰ τοῦτον πολιορκηθείσης τῆς Ἱερουσαλὴμ ὑπὸ Ἀσσυρίων καὶ τοῦ ἱεροῦ ἐμπρησμὸν ὑπομείναντος τὸ πᾶν Ἰουδαίων ἔθνος ἀπάγεται d εἰς Βαβυλῶνα, προφητεύει τε αὐτόθι Δανιὴλ καὶ Ἐζεκιήλ.
Περσῶν, ὃς καὶ ἀνῆκε τὴν αἰχμαλωσίαν τῶν Ἰουδαίων, ἐπιτρέψας τοῖς θέλουσιν αὐτῶν παλινοστεῖν ἐπὶ τὴν οἰκείαν γῆν καὶ τὸ ἱερὸν ἀνεγείρειν· ὅτε καὶ ἄνεισιν Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ. καταβάλλονταί τε θεμελίους,
προφητευόντων ὕστατα πάντων Ἀγγαίου καὶ Ζαχαρίου καὶ Μαλαχίου , μεθ’ οὓς οὐκέτι προφήτης παρ’ αὐτοῖς γέγονε.
μνημονεύεται.
καὶ ὡρῶν καὶ ἰσημερίας.
ἀπεφήνατο , ὡς οἱ πρὸ αὐτοῦ, ἀλλὰ καὶ περὶ τοῦ κινοῦντος αὐτὴν αἰτίου. ἦν γὰρ ἀρχὴν” φησὶ ‘τὰ πράγματα ὁμοῦ πεφυρμένα· Νοῦς δ’ εἰσελθὼν αὐτὰ ἐκ τῆς ἀταξίας εἰς τάξιν ἤγαγεν.
Εὐριπίδης. Περικλῆς μὲν οὖν Ἀθηναίων πρῶτος ἐγένετο, καὶ πλούτῳ καὶ γένει τῶν καθ’ ἑαυτὸν διήνεγκεν· c Εὐριπίδης δὲ ἐπὶ ποιητικὴν μεταβὰς ὑπό τινων σκηνικὸς φιλόσοφος ἐκλήθη ’ ὁ δὲ Ἀρχέλαος ἐν Λαμψάκῳ διεδέξατο τὴν σχολὴν τοῦ Ἀναξαγόρου,
μεταβὰς δ’ εἰς Ἀθήνας ἐκεῖ ἐσχόλασε, καὶ πολλοὺς ἔσχεν Ἀθηναίων γνωρίμους, ἐν οἷς καὶ Σωκράτην.
τε υἱοὶ αὐτοῦ , Τηλαυγὴς καὶ Μνήσαρχος.
φασιν ἐπιβουλὴν κατὰ τοῦ τότε τυράννου συστησάμενον ἁλῶναι, στρεβλούμενον δὲ ὑπὸ τοῦ τυράννου, ὅπως τοὺς σὺν αὐτῷ γενομένους ἄνδρας ἀπγράψηται, οὐ προσποιηθέντα τὰς τοῦ τυράννου τιμωρίας, διαμασησάμενον τὴν γλῶσσαν, προσπτύσαι αὐτῷ, καὶ οὕτως ἐγκαρτερήσαντα ταῖς βασάνοις ἀποθανεῖν.
τούτου δὲ Λεύκιππος ἀκουστὴς γέγονε , Λευκίππου δὲ Δημόκριτος , οὗ Πρωταγόρας , καθ’ ὃν ἤκμασε Σωκράτης. καὶ ἄλλους δὲ σποράδην εστιν εὑρεῖν φυσικοὺς φιλοσόφους πρὸ Σωκράτους γενομένους· πλὴν ἀλλὰ πάντες ἀπὸ Θαλοῦ ἀρξάμενοι κατώτερον
Κύρου τοῦ Περσῶν βασιλέως φαίνονται ἠκμακότες ’ ὁ δὲ Κῦρος μετὰ πλεῖστον τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας 297 τοῦ Ἰουδαίων ἔθνους δῆλός ἐστι γεγονὼς, 505 διαλελοιπότων ἤδη τῶν παρ’ Ἑβραίοις προφητῶν, καὶ τῆς ἱερὰς μητροπόλεως αὐτῶν πεπολιορκημένης·
ὥστε σε ὁμολογεῖν πολὺ νεώτερα Μώσεως καὶ τῶν μετ’ αὐτὸν προφητῶν τὰ τῆς Ἑλλήνων γεγονέναι φιλοσοφίας, καὶ μάλιστα τῆς κατὰ Πλάτωνα, ὃς ἀκουστὴς τὰ πρῶτα γενόμενος Σωκράτους , κἄπειτα τοῖς Πυθαγορείοις ὁμιλήσας, τοὺς πρὸ αὐτοῦ πάντας λόγῳ b
τε καὶ συνέσει καὶ τοῖς ἐν φιλοσοφίᾳ δόγμασιν ὑπερηκόντισε.
Πλάτων’ οἵ τε μετ’ αὐτὸν δειχθεῖεν τὰ σύμφωνα Ἑβραίοις πεφιλοσοφηκότες , ὥρα σκοπεῖν τὸν Χρόνον καθ’ ὃν οὗτος γέγονε, τόν δὲ παρ’ Ἑβραίοις θεολόγων τε καὶ προφητῶν τὴν παλαιότητα τῇ πάντων τῶν Ἑλληνικῶν φιλοσόφων ἀντιπαραβάλλειν c
ἡλικίᾳ.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.