ψυχῆς τοιάδε λέγοντα αὐτὸν ἀναγράφων
ἕκαστον, καὶ διὰ τί ἀπόλλυται, καὶ διὰ τί ἔστι· καὶ c πολλάκις ἐμαυτὸν ἄνω κάτω μετέβαλλον, σκοπῶν πρῶτον τὰ τοιάδε· ἆρ’ ἐπειδὰν τὸ θερμὸν καὶ τὸ ψυχρὸν σηπεδόνα τινὰ λάβῃ, ὥς τινες ἔλεγον, τότε ἤδη τὰ ζῷα ξυντρέφεται· καὶ πότερον τὸ αἷμά ἐστιν ᾧ
φρονοῦμεν, ἢ ὁ ἀὴρ, ἢ τὸ πῦρ· ἢ τούτων μὲν οὐδὲν, ὁ δ’ ἐγκέφαλός ἐστιν ὁ τὰς αἰσθήσεις παρέχων ’τον ὁρᾶν καὶ ἀκούειν καὶ ὀσφραίνεσθαι, ἐκ τούτων δὲ γίγνοιτο μνήμη καὶ δόξα, ἐκ δὲ μνήμης καὶ δόξης λαβούσς τὸ ἠρεμεῖν κατὰ ταῦτα γίνεσθαι ἐπιστήμην. d
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.