1 ὅτι ταῦτα ἀδύνατόν ἐστιν ἀνθρώποις εὑρεῖν, ἐπεὶ καὶ 26 τοὺς τὰ μέγιστα φρονοῦντας ἐπὶ τῷ περὶ τούτων λέγειν οὐ τὰ αὐτὰ δοξάζειν ἀλλήλοις, ἀλλὰ τοῖς μαινομένοις ὁμοίως διακεῖσθαι πρὸς ἀλλήλους. τῶν τε γὰρ
μαινομένων τοὺς μὲν οὐδὲ τὰ δεινὰ δεδιέναι, τοὺς δὲ τὰ μὴ φοβερὰ φοβεῖσθαι, τῶν τε περὶ τῆς πάντων φύσεως μεριμνώντων τοῖς μὲν δοκεῖν ἕν μόνον τὸ ὂν εἶναι, τοῖς δὲ ἄπειρα τὸ πλῆθος, καὶ τοῖς μὲν b ἀεὶ πάντα κινεῖσθαι, τοῖς δὲ οὐδὲν ἄν ποτε κινηθῆναι·
καὶ τοῖς μὲν ἅπαντα γίνεσθαί τε καὶ ἀπόλλυσθαι, τοῖς δὲ οὔτ’ ἂν γενέσθαι ποτὲ οὐδὲν οὔτ’ ἀπόλλυσθαι.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.