ὅπως οἱ δηλούμενοι διειλήφασι· ἔπειτα τὰ περὶ τῆς πρώτης καὶ παλαιτάτης τοῦ τῶν ἀνθρώπων βίου δεισιδαιμονίας· καὶ τρίτον τὰ Φοινίκων, τέταρτον τὰ b Αἰγυπτίων, μεθ’ ἃ πέμπτον τὰ Ἑλλήνων διελόντες πρότερον μὲν τὴν καὶ τούτων παλαιὰν καὶ μυδικτέραν
πλάνην ἐποπτεύσομεν, εἶτα δὲ τὴν σεμνοτέραν καὶ φυσικωτέραν δὴ περὶ θεῶν φιλοσοφίαν, καὶ μετὰ ταῦτα τὸν περὶ τῶν θαυμαστῶν χρηστηρίων ἐφοδεύ- σομεν λόγον· ἐφ’ οἷς καὶ τὰ σεμνὰ τῆς γενναίας Ἑλλήνων φιλοσοφίας ἐπισκεψόμεθα.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.