πολυθέου πλάνης περιίστατο, ἐλαύνοντα δὲ εἰς βυ- θὸν κακῶν μείζονα τῆς ἀθεότητος τὴν δυσσέβειαν 18 ἀπειγάζετο, Φοινίκων, εἶτα Αἰγυπτίων ἀπαρξαμένων τῆς πλάνης· παρ’ ὧν φάσι πρῶτον Ὀρφέα τὸν Οἰάγρου μεταστησάμενον τὰ παρ’ Αἰγυπτίοις Ἕλλησι
μεταδοῦναι μυστήρια, ὥσπερ οὖν καὶ Κάδμον τὰ Φοινικικὰ τοῖς αὐτοῖς ἀγαγεῖν μετὰ καὶ τῆς τῶν γραμμάτων μαθήσεως· οὔπω γὰρ εἰσέτι τοὺς Ἓλληνας τότε τὴν τῶν γραμμάτων χρῆσιν εἰδέναι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.