δυνάμει συστᾶσαν ἐξ ἁπάντων τῶν ἐθνῶν ἐκκλησίαν, οὔπω τότε καθ᾿ οὓς ἐνηνθρωπήκει χρόνους ὁρωμένην οὐδὲ συνεστῶσαν, ἐνθέῳ προγνώσει ἀήττητον καὶ ἀκατάπληκτον ἔσεσθαι, καὶ μηδεπώποτε ὑπὸ θανάτου νικηθήσεσθαι, ἑστάναι δὲ καὶ μένειν ἄσειστον,
8 ὡς ἂν ἐπ᾿ ἀσείστῳ καὶ ἀρραγεῖ πέτρᾳ τῇ αὐτοῦ δυνάμει βεβηκυῖάν τε καὶ ἐρριζωμένην, ἀποφηναμένου, ὑπὲρ πάντα λόγον τὸ τῆς προρρήσεως ἀποτέλεσμα εἰκότως πᾶν ἄθυρον ἀποφράξειεν ἂν στόμα τῶν ἀναισχυντεῖν ἀναιδῶς παρεσκευασμένων.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.