τῆς καθ’ ἡμὰς ἀληθείας ἀπόδειξις καὶ ἡ ἀπὸ τῶν Ἑβραι·κῶν γραφῶν μαρτυρία, ἐν αἷς πρὸ μυρίων ὅσων ἐτῶν οἱ παρ’ Ἑβραίοις προφῆται τὴν τῶν ἀγαθῶν ἐπαγγελίαν παντὶ τῷ θνητῷ βίῳ κηρύξαντες ὀνομαστὶ τῆς τε Χριστοῦ προσηγορίας ἐμνήσθησαν καὶ
τὴν εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν προὐθέσπισαν, τόν τε νέον τῆς εἰς πάντα τὰ ἔθνη διαδραμούσης διδασκαλίας αὐτοῦ τρόπον κατήγγειλαν, προειπόντες τὴν ἐσομένην εἰς αὐτὸν ἀπιστίαν καὶ ἀντιλογίαν τοῦ Ἰουδαίων ἔθνους, τά τε κατ’ αὐτοῦ δρασθέντα αὐτοῖς
καὶ τὰ ἐπὶ τούτοις αὐτίκα καὶ οὐκ εἰς μακρὰν μετελθόντα αὐτοῖς σκυθρωπά· λέγω δὲ τῆς βασιλικῆς μητροπόλεως 9 αὐτῶν τὴν ἐσχάτην πολιορκίαν, καὶ τῆς βασιλείας τὴν παντελῆ καθαίρεσιν, αὐτῶν τε τὴν εἰς πάντα τὰ ἔθνη διασπορὰν, καὶ τὴν ὑπὸ τοῖς ἐχθροῖς καὶ πολεμίοις δουλείαν, ἃ καὶ ταῖς προρρήσεσιν ἀκο- λούθως μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν φαί- νονται πεπονθότες.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.