καὶ μέχρις οὐρανίων ἀψίδων εὐχαῖς ὁσίων καὶ θεοφιλῶν ψυχῶν μετεωριζομένη, δοξαζομένη τε ὁσημέραι, καὶ εἰς ἅπαντας τὸ νοερὸν καὶ ἔνθεον φῶς τῆς ὑπ’ αὐτοῦ καταγγελθείσης εὐσεβείας ἀπαστράπτουσα, οὐδαμῶς τε τοῖς ἐχθροῖς ἡττωμένη καὶ ὑπείκουσα,
ἀλλ’ οὐδὲ ταῖς τοῦ θανάτου πύλαις ὑποχωροῦσα· διὰ c μίαν ἐκείνην ἣν αὐτὸς ἀπεφήνατο λέξιν, εἰπὼν ‘‘ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.’·
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.