3 εὐαγγελίζεται, οὐκ ἐνθένδε ποθὲν οὐδ’ ἑτέρωθεν, ἀλλὰ πανταχόθεν ἐξ ἁπάντων ἐθνῶν πρὸς τὸν τῶν ὅλων θεὸν παρορμῶν ἥκειν, σπεύδειν τε καὶ πάσῃ προθυμίᾳ ψυχῆς τὸ δῶρον ὑποδέχεσθαι, Ἓλλγνας ὁμοῦ καὶ βαρβάρους, ἄνδρας ἅμα γυναιξὶ καὶ νηπίοις,
πένητάς τε καὶ πλουσίους, σοφοὺς καὶ ἰδιώτας, οὐδὲ τὸ οἰκετικὸν γένος ὑπερφρονῶν τῆς κλήσεως,
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.