εἰ μὲν δώσετε μισθὸν ἀείσω ὦ κεραμῆες·
δεῦρʼ ἄγʼ Ἀθηναίη καὶ ὑπείρεχε χεῖρα καμίνου,
εὖ δὲ μελανθεῖεν κότυλοι καὶ πάντα μάλευρα,
φρυχθῆναί τε καλῶς καὶ τιμῆς ὦνον ἀρέσθαι,
πολλὰ μὲν εἰν ἀγορῇ πωλεύμενα, πολλὰ δʼ ἀγυιαῖς,
πολλὰ δὲ κερδῆναι, ἡμῖν δὲ δὴ ὥς σφι νοῆσαι.
ἢν δʼ ἐπʼ ἀναιδείην τρεφθέντες ψεύδεʼ ἄρησθε
συγκαλέω δʼ ἤπειτα καμίνῳ δηλητῆρας,
Σύντρίβʼ ὁμῶς Σμάραγόν τε καὶ Ἄσβετον ἠδέ γʼ Ἄβακτον,
Ὠμόδαμόν θʼ ὃς τῇδε τέχνῃ κακὰ πολλὰ πορίζοι.
πεῖθε πυραίθουσαν καὶ δώματα, σὺν δὲ κάμινος
πᾶσα κυκηθείη κεραμέων μέγα κωκυσάντων.
ὡς γνάθος ἱππείη βρύκει, βρύκοι δὲ κάμινος
πάντʼ ἔντοσθʼ αὐτῆς κεραμήϊα λεπτὰ ποιοῦσα.
δεῦρο καὶ ἠελίου θύγατερ πολυφάρμακε Κίρκη·
ἄγρια φάρμακα βάλλε, κάκου δʼ αὐτούς τε καὶ ἔργα.
δεῦρο δὲ καὶ Χείρων ἀγέτω πολέας Κενταύρους,
οἵ θʼ Ἡρακλείους χεῖρας φύγον, οἵ τʼ ἀπόλοντο·
τύπτοιεν τάδε ἔργα κακῶς, τύπτοι δὲ κάμινον,
αὐτοὶ δʼ οἰμώζοντες ὁρῴατο ἔργα πονηρά.
γηθήσω δʼ ὁρόων αὐτῶν κακοδαίμονα τέχνην.
ὃς δέ χʼ ὑπερκύψῃ, περὶ τούτου πᾶν τὸ πρόσωπον
φλεχθείη, ὡς πάντες ἐπίσταιντʼ αἴσιμα ῥέζειν.
δῶμα προσετραπόμεσθʼ ἀνδρὸς μέγα δυναμένοιο,
ὃς μέγα μὲν δύναται, μέγα δὲ βρέμει, ὄλβιος αἰεί.
αὐταὶ ἀνακλίνεσθε θύραι· πλοῦτος γὰρ ἔσεισι
πολλός, σὺν πλούτῳ δὲ καὶ εὐφροσύνη τεθαλυῖα,
εἰρήνη τʼ ἀγαθή. ὅσα δʼ ἄγγεα, μεστὰ μὲν εἴη,
κυρβαίη δʼ αἰεὶ κατὰ καρδόπου ἕρποι μάζα,
τοῦ παιδὸς δὲ γυνὴ κατὰ διφράδα βήσεται ὕμμιν,
ἡμίονοι δʼ ἄξουσι κραταίποδες ἐς τόδε δῶμα,
αὐτὴ δʼ ἱστὸν ὑφαίνοι ἐπʼ ἠλέκτρῳ βεβαυῖα.
νεῦμαί τοι νεῦμαι ἐνιαύσιος ὥστε χελιδὼν
ἕστηκʼ ἐν προθύροις·
εἰ μέν τι δώσεις εἰ δὲ μή, οὐχ ἑστήξομεν,
οὐ γὰρ συνοικήσοντες ἐνθάδʼ ἤλθομεν.
Vitae Herodotea. Vitae Homeri. ed. Thomas W. Allen. Oxford. 1912.
Funding provided by Center for Hellenic Studies.