ἀνδρὸς μὲν στέφανος παῖδες, πύργοι δὲ πόληος,
ἵπποι δʼ ἐν πεδίῳ κόσμος, νῆες δὲ θαλάσσης,
χρήματα δʼ αὔξει οἶκον· ἀτὰρ γεραροὶ βασιλῆες
ἥμενοι εἰν ἀγορῇ κόσμος τʼ ἄλλοισιν ὁρᾶσθαι.
αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι.
Vitae Herodotea. Vitae Homeri. ed. Thomas W. Allen. Oxford. 1912.
Funding provided by Center for Hellenic Studies.