ι΄.
ἀνατέλλουσιν· καὶ ἐὰν τοῦ τῶν ζῳδίων κύκλου δύο ἡμικύκλια ἐν ἴσῳ χρόνῳ ἀνατέλλῃ κοινήν τινα ἔχοντα περιφέρειαν, καὶ αἱ ἀπεναντίον περιφέρειαι ἐν ἴσῳ χρόνῳ ἀνατέλλουσιν.
κύκλος θέσιν ἐχέτω τὴν ΑΕΓ∠, καὶ ἀπειλήφθωσαν ἴσαι περιφέρειαι αἱ Α∠, ΓΕ κατὰ διάμιετρον ἄρα ἐστὶ τὸ ∠ τῷ Ε. τὰ δὲ Α∠ ∠ΓΕ ἡμικύκλια ἐν ἀνίσοις χρόνοις ἀνατελλέτω· λέγω, ὅτι καὶ αἱ ἀπεναντίον πεμιφέρειαι αἱ Α∠, ΓΕ ἐν ἀνίσοις χρόνοις ἀνατέλλουσι καὶ 1 2 3 ἡ αὐτὴ διαφορά ἐστι τῶν χρόνων, ἐν οἷς τὰ Α∠Γ, ∠ΓΕ ἡμικύκλια ἀνατέλλει καὶ ἐν οἷς αἱ Α∠, ΓΕ περιφέρειαι ἀνατέλλουσιν.
ἀνατέλλει, κοινὸς ἀφῃρήσθω ὁ τῆς ∠Γ ἀνατολῆς χρόνος· (ἡ γὰρ ∠Γ περιφέρεια ἑαυτῇ ἀεὶ ἐν ἴσῳ χρόνῳ ἀνατέλλει)· λοιπαὶ ἄρα αἱ Α∠, ΓΕ περιφέρειαι ἐν ἀνίσῳ χρόνῳ ἀνατέλλουσι καὶ αἱ αὐταὶ διαφοραί εἴσι τῶν χρόνων, ἐν οἷς τά τε Α∠Γ ∠ΓΕ ἡμικύκλια ἀνατέλλει καὶ
αἰ ἀπεναντίον περιφέρειαι αἱ Α∠, ΓΕ. πάλιν δὴ τὰ Α∠Γ, ∠ΓΕ ἡμικύκλια ἐν ἴσῳ χρόνῳ ἀνατέλλει· κοινὸς ἀφῃρήσθω ὁ τῆς Γ∠ περιφερείας χρόνος· λοιπαὶ ἄρα αἱ Α∠, ΓΕ ἐν ἴσῳ χρόνῳ ἀνατέλλουσιν.
Phaenomena. Euclid. ed. Heinrich Menge. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.