σιλεῖ Λυκήρῳ.“ εἷς δέ τις αὐτῶν εἶπε· „κελεύσωμεν αὐτῷ προβλήματα φράσαι ἡμῖν, περὶ ὧν οὔτʼ εἴδο- 1 2 3 μεν, οὔτʼ ἠκούσαμεν“. ἀρεστὸν οὖν τοῦτο τῷ Νεκτε- ναβῷ δόξαν, καλέσας τὸν Αἴσωπον ἔφη φράσον ἡμῖν, Αἴσωπε, πρόβλημα περὶ οὐ οὐτʼ εἴδομεν οὔτʼ ἠκούσαμεν.“ καὶ ὅς· „αὔριον περὶ τούτου ὑμῖν ἀπο-
κρινοῦμαι.“ ἀπελθὼν οὖν καὶ συνταξάμενος γραμ ματεῖον, ἐν ᾧ περιείχετο Νεκτεναβὼ ὁμολογῶν χίλια τάλαντα τῷ Λυκήρῳ ὀφείλειν, πρωίας ἐπανελθών τῷ βασιλεῖ τὸ γραμματεῖον ἐπέδωκεν. οἱ δὲ τοῦ βασι- λέως φίλοι πρὶν ἀνοιχθῆναι τὸ γραμματεῖον, πάντες
ἔλεγον „καὶ εἴδομεν τοῦτο καὶ ἠκούσαμεν, καὶ ἀλη- θῶς ἐπιστάμεθα.“ καὶ ὁ Αἴσωπος· ,,χάριν ὑμῖν οἶδα τῆς ἀποδόσεως ἕνεκεν“. ὁ δὲ Νεκτεναβὼ τὴν ὁμολογίαν τῆς ὀφειλῆς ἀναγνοὺς, εἶπεν· „ἐμοῦ Λυ- κήρῳ μηδὲν ὀφείλοντος πάντες ὑμεῖς μαρτυρεῖτε;“
κἀκεῖνοι μεταβαλόντες εἶπον· „οὔτʼ εἴδομεν οὔτʼ ἠκούσαμεν“. καὶ ὁ Αἴσωπος· „καὶ εἰ ταῦθʼ οὕτως ἔχει, λέλυται τὸ ζητούμενον“. καὶ ὁ Νεκτεναβὼ πρὸς ταῦτα· „μακάριός ἐστι Λυκῆρος τοιαύτην σοφίαν ἐν τῇ βασιλείᾳ ἑαυτοῦ κεκτημένος“. τοὺς οὖν συμφω- 4 5 6 νηθέντας φόρους παραδούς τῷ Αἰσώπῳ, ἐν εἰρήνῃ 7 ἀπέστειλεν. Αἴσωπος δʼ εἰς Βαβυλῶνα παραγενό- μενος, διεξῆλθέ τε Λυκήρῳ τὰ ἐν Αἰγύπτῳ πρα- χθέντα πάντα καὶ τούς φόρους ἀπέδωκε. Λυκῆρος δʼ ἐκέλευσεν ἀνδριάντα χρυσοῦν τῷ Αἰσώπῳ ἀνα-
τεθῆναι.
Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1). Vitae Aesopi. ed. Alfred Eberhard. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.