σιον παῖδα τῷ βασιλεῖπροσενέγκας συνέστησε. μετὰ δʼ 1 2 3 4 οὐ πολύν χρόνον τοῦ Ἔννου τῇ τοῦ θεμένου παλ- λακῇ συμφθαρέντος, Αἴσωπος τοῦτο γνούς, ἀπελαύ- νειν ἔμελλε τῆς οἰκίας. ὃ δὲ τῇ κατʼ ἐκείνου ὀργῇ ληφθείς, ἐπιστολήν τε πλασάμενος παρʼ Αἰσώπου
δῆθεν πρὸς τούς ἀντισοφιζομένους Λυκήρῳ, ὡς αὐ- τοῖς ἕτοιμός ἐστι προστίθεσθαι μᾶλλον ἢ τῷ Λυ- κήρῳ, τῷ βασιλεῖ ἐνεχείρισε, τῷ τοῦ Αἰσώπου ταύ- την σφραγισάμενος δακτυλίῳ. ὁ δὲ βασιλεύς τῇ τε] σφραγῖδι πεισθεὶς καὶ ἀπαραιτήτῳ ὀργῇ χρησάμε-
νος, παραχρῆμα τῷ Ἑρμίππῳ κελεύει, μηδὲν ἐξετά- σαντα οἷα δὴ προδότην διαχειρίσασθαι Αἴσωπον. ὁ δὲ Ἕρμιππος φίλος τε ἦν τῷ Αἰσώπῳ καὶ τότε δὴ τὸν φίλον ἐπέδειξεν. ἔν τινι γὰρ τῶν τάφων 5 μηδενὸς εἰδότος κρύψας τὸν ἄνθρωπον, ἐν ἀπορρή-
τοις ἔτρεφεν. Ἔννος δέ, τοῦ βασιλέως κελεύσαντος, πᾶσαν τὴν διοίκησιν Αἰσώπου παρέλαβε.
Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1). Vitae Aesopi. ed. Alfred Eberhard. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.