1 μένος. ἀφικόμενος δὲ καὶ πρὸς Βαβυλῶνα καὶ τὴν ἑαυτοῦ σοφίαν ἐπιδειξάμενος, μέγας παρὰ τῷ βασι- λεῖ Λυκήρῳ ἐγένετο. κατʼ ἐκείνους γὰρ τοὺς χρό- νους οἱ βασιλεῖς πρὸς ἀλλήλους εἰρήνην ἔχοντες, καὶ τέρψεως χάριν προβλήματα τῶν σοφιστικῶν πρὸς
ἀλλήλους γράφοντες ἔπεμπον. ἅπερ οἱ μὲν ἐπιλυό- μενοι φόρους ἐπὶ ῥητοῖς πρὸς τῶν πεμπόντων ἐλάμ- βανον· εἰ δὲ μὴ, τοὺς ἴσους παρεῖχον. ὁ τοίνυν Αἴσωπος τὰ πεμπόμενα τῶν προβλημάτων Λυκήρῳ συνὼν ἐπέλυε, καὶ εὐδοκιμεῖν ἐποίει τὸν βασιλέα.
καὶ αὐτὸς δὲ διὰ Λυκήρου ἕτερα τοῖς βασιλεῦσιν ἀντέπεμπεν, ὧν ἀλύτων μενόντων, φόρους ὁ βασι- λεύς ὅτι πλείστους εἰσέπραττεν.
Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1). Vitae Aesopi. ed. Alfred Eberhard. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.