κγʹ.
Ζαχαρίας ἐξ Ἱερουσαλὴμ υἱὸς Ἰωδαὲ τοῦ ἱερέως, ὃν ἀπέκτεινεν Ἰωὰς ὁ βασιλεὺς Ἰούδα ἐχόμενα τοῦ θυσιαστηρίου·καὶ ἐξέχεεν τὸ αἷμα αὐτοῦ ὁ οἶκος Δαυὶδ ἀνὰ μέσον ἐπὶ τοῦ ·Αἰλάμ· καὶ λαβόντες αὐτὸν οἱ ἱερεῖς ἔθαψαν αὐτὸν μετὰ τοῦ πατρὸς αὐτοῦ· ἔκτοτε ἐγένοντο τέρατα ἐν τῷ ναῷ φαντασίας καὶ οὐκ ἴσχυον οἱ ἱερεῖς ἰδεῖν ὀπτασίαν ἀγγέλων θεοῦ οὔτε δοῦναι χρησμοὺς ἐκ τοῦ Δαβεὶρ οὔτε ἐρωτῆσαι ἐν τῷ Ἐφοὺδ οὔτε διὰ δήλων ἀποκριθῆναι τῷ λαῷ ὡς τὸ πρίν.De prophetarum vita et obitu (recensio anonyma). Vitae Prophetarum. ed. Theodorus Schermann. Leipzig. 1907.
Funding provided by Center for Hellenic Studies.