κβʹ.
Ἐλισαῖος ἦν ἐξ Ἀβελμαοὺλ γῆς τοῦ Ῥουβήν· καὶ ἐπὶ τούτου γέγονε τέρας, ὅτι, ἡνίκα ἐτέχθη ἐν Γαλγάλοις ἡ δάμαλις ἡ χρυσῆ ὀξὺν ἐβόησεν, ὥστε ἀκουσθῆναι εἰς ερουσαλήμ· καὶ εἶπεν ὁ ἱερεὺς διὰ τῶν δήλων, ὅτι προφήτης ἐτέχθη Ἰσραήλ, ὅς καθελεῖ τὰ γλυπτὰ αὐτῶν καὶ τὰ χωνευτά· καὶ θανὼν ἐτάφη ἐν Σαμαρείᾳ.De prophetarum vita et obitu (recensio anonyma). Vitae Prophetarum. ed. Theodorus Schermann. Leipzig. 1907.
Funding provided by Center for Hellenic Studies.