αὐτοῦ ἣν εἶχεν τὸ πρότερον. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν θάνατον· Τί τοῦτο ἐποίησας, ὅτι ἀπέκτεινας πάντας τοὺς παῖδας καὶ παιδίσκας μου; εἰ ὁ θεὸς ἕνεκεν τούτου σε σήμερον ἀπέστειλεν ὧδε; καὶ ὁ θάνατος εἶπεν· Οὐχὶ, κύριέ μου Ἁβραὰμ, οὐκ ἔστιν καθὼς σὺ λέγεις· ἀλλὰ διά
σε ἀπεστάλην ἕως ὧδε. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν θάνατον· Καὶ πῶς οὗτοι τεθνήκασιν; οὐ κἂν ὁ κύριος εἶπεν; εἶπεν δὲ ὁ θάνατος· Πίστευσον, Ἁβραὰμ δικαιότατε, ὅτι καὶ τοῦτο θαυμαστόν ἐστιν, ὅτι κἂν καὶ σὺ μετʼ αὐτῶν οὐχ ἡρπάφης· ἀλλʼ ὅμως λέγω σοι τὴν ἀλήθειαν· καὶ γὰρ εἰ
μὴ ἦν ἡ δεξιὰ χεὶρ τοῦ θεοῦ μετά σου ἐν τῇ ὥρᾳ ἐκείνῃ, καὶ σὺ τοῦ βίου τούτου ἀπαλλάξαι εἶχες. ὁ δὲ δίκαιος Ἁβραὰμ εἶπεν· Νῦν ἔγνωκα ἐγὼ ὅτι εἰς ὀλιγωρίαν θανάτου ἠλθον, ὥστε ἐκλείπειν τὸ πνεῦμά μου· ἀλλὰ δέομαί σου, πανώλεθρε θάνατε, ἐπειδή καὶ οἱ παῖδες ἀώρως τεθνήκασιν,
δεῦρο δεηθῶμεν κυρίῳ τῷ θεῷ ἡμῶν ὅπως ἐπακούσῃ ἡμῶν καὶ ἀναστήσῃ τοὺς ἀώρως τεθνήξαντας διὰ τῆς σῆς ἀγριότητος. καὶ εἶπεν ὁ θάνατος· Ἁμὴν γένοιτο. ἀναστὰς οὖν ὁ Ἁβραὰμ ἔπεσεν ἐπὶ πρόσωπον τῆς γῆς προσευχόμενος καὶ ὁ θάνατος μετʼ αὐτοῦ, καὶ ἀπέστειλεν ὁ θεὸς
πνεῦμα ζωῆς ἐπὶ τοὺς τελευτήσαντας, καὶ ἀνεζωοποιήθησαν. τότε οὖν ὁ δίκαιος Ἁβραὰμ ἔδωκεν δόξαν τῷ θεῷ.
Testamentum Abrahae (recensio A). Testamentum Abrahae. ed. Montague Rhodes James. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.