XIV.
Σιβύλλης λόγος ιδ΄.
ἐχθαίρει, τὰ μάλιστα δ᾿ ἀπληστοκόρους βασιλῆας δεινοὺς δυσσεβέας, σκοτίην δ᾿ ἐπὶ τοῖσιν ἐγείρει· οὕνεκεν ἀντ᾿ ἀληθῶν ἔργων δικαίων τε λογισμῶν φάρεα πορφύρεα χλαίνας προύκριναν ἅπαντες τοὺς πολέμους ποθέοντες ὀιζύας τε φόνους τε·
ὠκυμόρους θήσει θεὸς ἄφθιτος αἰθέρι ναίων τούτους ἐκπέρσας καὶ ἐπ᾿ ἄλλυδις ἄλλον ὀλέσσει.
ἐξολέσει διὰ δῆριν ἀπληστοκόρων ἀνθρώπων.
χρυσοῦ δευόμενοι καὶ ἀργύρου οὔνεκα τούτου δυσσεβέως κτείνουσιν ἐνὶ παλάμῃσι λαβόντες.
κτεινόμενον κακότητι διὰ μῆνιν βασιλήων πρηνίξας πάσάν τε πόλιν κλεινήν τε Λατίνων. Ῥώμην δ᾿ οὐκέτι ἔστιν ἰδεῖν οὐδ’ ἔστιν ἀκούσαι οἵαν περ πρώην εἶδεν τοίαν παροδίτης*· πάντα γὰρ ἐν σποδιῇ τάδε κείσεται οὐδέ τις ἔργων
ἔσται φειδωλή· ὅλος γὰρ ἐλεύσεται αὐτός οὐρανόθεν, πρηστῆρας ἀπ᾿ αἰθέρος ἠδὲ κεραυνούς ἀνθρώποις πέμψει θεὸς ἄμβροτος· οὓς μὲν ὀλέσσει σκηπτοῖς αἰθομένοις, οὓς δ᾿ αὐ κρυεροῖσι κεραυνοῖς. καὶ τότε δὲ κτανέουσιν ἀναιδέα κοίρανον αἰνόν
νηπίαχοι Ῥώμης κρατερᾶς * Ῥώμης* τε Λατῖνοι. 5 οὔτοι τεθνηῶτι κόνις περικείσετ᾿ ἐλαφρή, ἀλλὰ κυσὶν μέλπηθρα καὶ οἰωνοῖς τε λύκοις τε ἔσσεται, οὕνεκα δῆμον Ἀρήιον ἐξενάριζεν.
Παρθολέτης Γερμανολέτης θῆρας καταλύσας δεινοὺς ἀνδροφόνους, οἳ ἐπ᾿ ὠκεανοῖο ῥοῇσιν ἠδὲ καὶ Εὐφράταο διηνεκέως ἐφέπουσιν. καὶ τότε δὴ Ῥώμη πάλιν ἔσσεται ὡς τὸ πρὶν ἠεν.
κοίρανος ἐκ δυσμῶν ἐπιβὰς μετέπειτα θανεῖται Ἄρηι κρατερῶ δεδαϊγμένος ὀξέι χαλκῷ.
αὐτὸς καὶ στρατιῇσιν ὁμοῦ ἀρχὴν ἐπιδείξει καὶ θεσμοὺς θήσει· ταχὺ δ’ αὐτὸν χάλκεος Ἄρης ἐξολέσει δολίοισιν ἐπὶ στρατιῇσι πεσόντα.
εἷς, ἕτερος δὲ ἄναξ τε τριηκοσίοισι μεθέξει· σχέτλιοι, οἳ χρυσόν τε καὶ ἄργυρον ἐν πυρὶ πολλῷ χωνεύσουσι, ναῶν ἱδρύματα χειροποιήτων, καὶ στρατιαῖς δώσουσιν ὁπλιζόμενοι περὶ νίκης χρήματα, δασσόμενοι κειμήλια πολλὰ καὶ ἐσθλά·
αἴσχεά τε μεμαῶτες ἴσως διαδηλήσονται, ἰοβόλους Πάρθους τε βαθυρρόου Εὐφράταο 6 7 καὶ Μήδους ἐχθρούς τε καὶ ἁβροκόμους πολεμιστάς Μασσαγέτας Πέρσας τε, φαρετροφόρους ἀνθρώπους. ἀλλ᾿ ὁπόταν βασιλεὺς ἰδίῃ μοίρῃ καταλύσῃ
λείψας ὁπλοτέροις σκῆπτρον βασιλήιον υἱοῖς καὶ θέμιν ἀντιβολῶν, οἳ δ᾿ αὐτίκα πατρὸς ἐφετμῶν λησάμενοι καὶ χεῖρας ἐφοπλίσσαντες Ἄρηι εἰς ἔριν ὁρμήσουσιν ὑπὲρ βασιληίδος ἀρχῆς.
ἄρξει καὶ ταχὺ μοῖραν ἐπόψεται δουρὶ βοληθείς. τὸν μέτα πολλοὶ ἔπειτα ἐπ᾿ ἀλλήλοισιν ὀλοῦνται ἴφθιμοι μέροπές τε ὑπὲρ βασιληίδος ἀρχῆς.
πυκναὶ καὶ θαμέαι ἐξ οὐρανοῦ αἱματόεσσαι. καὶ τότε δὴ θάνεται βασιλεὺς προδοθεὶς ὑφ᾿ ἐταίρων. πολλοὶ δ᾿ αὖ μετὰ τοῦτον ἀναιδέες ἡγεμονῆες ἀλλήλους κτενέουσι κακὴν ἔριδα προφέροντες.
οὔνομα πέντ᾿ ἀριθμῶν μεγάλαις στρατιαῖσι πεποιθώς, ὂν μέροπες στέρξουσι χάριν βασιληίδος ἀρχῆς· τοὔνομα δ᾿ ἐσθλὸν ἔχων ἐσθλοῖς ἔργοισι προσάψει. σῦμαδ δέ τοι ἔσται φοβερόν· τούτου κρατέοντος μεσσηγὺς Ταυροῦ τε νιφοβλήτοιό τ΄ Ἀμανοῦ
ἐκ Κιλίκων γαίης μία τις πόλις ἐξαπολεῖται καλή τε βριαρή τε βαρυσθενέος ποταμοῖο. πολλοὶ δ’ αὖ σεισμοί τε] Προποντίδι καὶ Φρυγίαισιν ἔσσονται· βασιλεὺς <δὲ> κλυτὸς ἰδίης ὑπὸ τηκεδανῷ θανάτοιο νόσῳ ψυχὴν ἀπολέσσει.
χωομένου βασιλῆος ἐπ᾿ αὐτῇ θυμὸν ἔχοντος. σῆμ’ ἔσται παρὰ πᾶσιν ἐπιχθονίοις ἀνθρώποις· πλειότεροί θ᾿ ὑετοὶ νιφάδες ἔσονται*, χάλαζα ἐξολέσει ληίων καρποὺς ἐπ᾿ ἀπείρονα γαῖαν. αὐτοὶ δ᾿ αὖτε πεσοῦνται ἐνὶ πολέμοισι δαμέντες
Ἄρηι κρατερῷ πολέμου χάριν Ἰταλιήων.
ἀρδεύσει δύ᾿ ἔτη τὸ μέλαν πέδον Αίγύπτοιο χώρην τ᾿ ἀροσίμην· λιμὸς δὲ τὰ πάντα καθέξει κοὶ πόλεμος λῃσταί τε φόνοι τ’ ἀνδροκτασίαι τε. πολλαὶ δ᾿ αὐτε πόλεις ὑπ᾿ ἀνθρώπων πολεμιστῶν πρηνισμοῖς ἀπολοῦνται ὑπὸ στρατιῆς παλαμάων·
αὐτὸς δ᾿ αὐ πέσεται προδοθεὶς αἴθωνι σιδήρῳ.
καὶ τότε δ᾿ αὖ Ῥώμης κτίσις ἔσσεται ἀγλαοτεύκτου χρυσῷ ἠλέκτρῳ τε καὶ ἀργύρῳ ἠδ᾿ ἐλέφαντι κόσμῳ ἐπαιρομένης· πουλὺς δέ τε λαὸς ἐν αὐτῇ ἀντολίης πάσης ἠδ᾿ ἑσπερίης πολυόλβου οἰκήσει· βασιλεύς τε νόμους ἑτέρους ἐπὶ ταύτῃ
θήσει· τὸν μετὰ δ’ αὖτις ἀπειρεσίῃ ἐνὶ νήσῳ δέξεται οὐλόμενος θάνατος καὶ μοῖρα κραταιή.
καὶ Λάρισσα κλυτὴ καὶ ἐπ᾿ ὀφρύσι Πηνειοῖο 12 13 καὶ τότε δ᾿ ἱπποβότου Σκυθίης ἐπανάστασις ἔσται. καὶ πόλεμος δεινὸς Μαιώτιδος ὕδασι λίμνης ἔσται, ἐπὶ προχοαῖσι παρ᾿ ὑστάτιον στόμα πηγῆς Φάσιδος ὑγροκόμοιο κατ᾿ ἀσφοδελὸν λειμῶνα·
πολλοὶ δὴ πεσέονται ὑπὸ κρατερῶν πολεμιστῶν. αἶ μέλεοι, χαλκῷ ὁπόσους παραλήψεται Ἄρης. καὶ τότε δὴ βασιλεὺς Σκυθικὸν γένος ἐξαλαπάξας θνήξεται εἰν ἰδίῃ μοίρῃ βίοτον ἀναλύσας.
δεινὸς ἀνήρ, ὃν πάντες, ὅσοι πίνουσι πάχιστον Ἀρμένιοι κρύσταλλον ἄγαν ἄγαν ῥείοντος Ἀράξεω, δείσουσιν πολέμοισιν, ἀτὰρ Πέρσαι μεγάθυμοι. μεσσηγὺς Κόλχων τε πολυσθενέων τε Πελασγῶν ἔσσονται πόλεμοι δεινοί τ᾿ ἀνδροκτασίαι τε.
καὶ Φρυγίη γαίη τε Προποντίδος ἄστεα γαίης φάσγανά τ᾿] ἐκ κολεῶν ἀμφήκεα γυμνώσαντες ἀλλήλους κόψουσι διὰ δυσσεβίας ἀλεγεινάς.
φάλκην, ἐσσομένοιο τέρας πολέμοιο κακοῖο. καὶ τότε δὴ βασιλεὺς στρατιῆς οὐ φεύξεται χεῖρας, ἀλλὰ θανεῖθ᾿ ὑπὸ χειρὶ δαμεὶς αἴθωνι σιδήρῳ.
καὶ θήσει πόλεμον καὶ ἐπ᾿ ἀγλαὰ τείχεα Ῥώμης, 14 Κόλχοις θ’ Ἡνιόχοις τε γαλακτοπόταις <τ’> Εὐξείνῳ πόντῳ, Θρῄκης ψαμαθώδεϊ κόλπῳ. καὶ τότε δὴ βασιλεὺς στρατιῆς οὐ φεύξεται χείρας, ὂν καὶ τεθνηῶτα νέκυν διαδηλήσονται·
καὶ τότε δὴ βασιλῆος ὀλωλότος ἔσσετ’ ἐρήμη Ῥώμη κυδιάνειρα, πολὺς δέ τε λαὸς ὀλεῖται.
Βρεττανοὺς * Περμανίους* φαρετροφόρους τ᾿ Ἴβηρας Μασσαγέτας σκολιοὺς Πέρσας θ᾿ ὑπερηνορέοντας.
οὐρανόθεν στέφανοι μεσημβρίης τε καὶ ἄρκτου ἀστράσι φαινομένοις πανομοίιοι ἀντείλωσιν.
Ῥωμαῖοι σχήσουσι καὶ οὐκ ἐθέλοντα πρὸς οἵκοις Ῥώμης κοιρανέονθ᾿, ὅτι δὴ φίλος ἔπλετο πᾶσιν θυμὸς ὑπὲρ βασιλῆος ἀγακλυτοῖο ἄνακτος. ἀλλὰ μινυνθάδιόν μιν ἀφαρπάξει βιότοιο οὐλόμενος θάνατος προδοθέντ᾿ ἰδίῃ ἐνὶ μοίρῃ.
ἄχρις ἀπ᾿ Αἰγύπτου κεκορυθμένος ἵξεται Ἄρης. ὂν Διόνυσον ἄνακτα μετωνυμίην καλέουσιν. ἀλλ’ ὁπόταν φόνιός τε λέων φονίη τε λέαινα πορφύρεον ῥήξουσι κλυτὸν βασιλήιον εἱμα, * πνεύμονι συμμάρψουσιν ἐπειγομένης βασιλείης*·
καὶ τότε δ’ ἁγνὸς ἄναξ, ὅς τ᾿ ἔλλαχε γράμματος ἀρχήν, ἐχθροὺς ἡγεμονῆας * ἀμειψάμενος* περὶ νίκης φέρβεσθαι σκυλάκεσσι καὶ οἰωνοῖσι μεθήσει.
ἀλλὰ μέγας βασιλεὺς ὁ περίκλυτος ἀμφὶς ἔπειτα χρυσῷ τ’ ἠλέκτρῳ τε καὶ ἀργύρῳ ἠδ᾿ ἐλέφαντι ἐξεγερεῖ πᾶσάν σε καὶ ἐν κόσμῳ προτερήσεις κτήμασι καὶ ναοῖς ἀγοραῖς πλούτοις σταδίοις τε· καὶ τότε δ’ αὖτις ἔσῃ πᾶσιν φῶς, ὡς τὸ πρὶν ἠσθα.
ἐκ γενετῆς βασιλῆος, ὃς Αἰγύπτου γένος ἕξει, ὁπλότερος μέν, πολλὸν ἀρειότερος δὲ συναίμου, ὀγδοήκοντ᾿ ἀριθμῶν ὃς ἔλλαχεν ἔντυπον ἀρχήν· κοὶ τότε δ᾿ ἀθανάτοιο θεοῦ θυμαλγέα μῆνιν κόσμος ἅπας κόλποις ὑποδέξεται εἵνεκα τιμῆς·
έ)σται γὰρ μερόπεσσιν ἐφημερίοις ἀνθρώποις λιμοὶ καὶ λοιμοὶ πόλεμοί τ᾿ ἀνδροκτασίαι τε κοὶ σκότος ἀκάματον καὶ] ἐπὶ χρόνα μητέρα λαῶν ἠδ᾿ ἀκαταστασίη καιρῶν καὶ ἀμείλιχος ὀργή οὐρανόθεν σεισμοί τε κεραυνοί <τε>
καὶ λάινοι ὑετοὶ καὶ αὐχμηραὶ ψεκάδες <τε> σείετο δ᾿ αὐ Φρυγίης γαίης αἰπεινὰ κάρηνα, σείοντο Σκυθικῶν ὀρέων πόδες, ἔτρεμεν ἄστη, ἔτρεμε δὲ χθὼν πᾶσα μετὰ σφίσιν Ἑλλάδος αἵης. Πολλαὶ δ’ αὖτε πόλεις τε θεοῦ μέγα θυμήναντος 19
πρηνισμοῖσι πέσονται ὑπ᾿ αἰθαλόεσσι κεραυνοῖς καὶ κοπετοῖς, κοὐκ ἔστι φυγεῖν χόλον οὐδ’ ὑπαλύξαι. καὶ τότε δ᾿ αὖ πέσεται βασιλεὺς στρατιῆς ὑπὸ χειρός βληθεὶς οἷά περ οὔτις ὑπὸ σφετέρων ἀνθρώπων.
ἄνδρες πορφυρέην λώπην ἀμφειμένοι ὤμοις, οἳ κλήρῳ στέρξουσι λαβεῖν βασιλήιον ἀρχήν.
στερξουσιν Ῥώμην αὐτοὶ καὶ κόσμον ἅπαντα κηδόμενοι μερόπων· ἄνυσις δ᾿ οὐκ ἔσσεται αὐτοῖς· οὐ γὰρ ἔφυ κόσμῳ θεὸς ἵλαος οὐδὲ μὲν ἔσται ἥμερος ἀνθρώποις, ὅτι δὴ κακὰ πολλὰ ἔοργαν. τοὔνεκεν αὐ βασιλεῦσιν ἀεικέα θυμὸν ἐποίσει
παρδαλίων τε λύκων πολὺ χείρονα· τοὺς γὰρ ἀφειδῶς χαλκεοθώρηκες παλάμαις ἰδίαισι λαβόντες ἀπρήκτως δμηθέντας ἀνάλκιδας οἷα γυναῖκας ἐξολέσουσιν ἄνακτας ἐπὶ σκήπτροισιν ἐοῖσιν. αἶ, μέλεοι Ῥώμης ἐρικυδέος ἔξοχοι ἄνδρες,
ψευδαπάταις ὅρκοισι πεπεισμένοι ἐξαπολεῖσθε.
a <ἄστρα πεσεῖται ἅπαντα θαλάσσης
πολλὰ μὲν ἑξῆς ἄστρα, καὶ ἀκτινόεντα κομήτην
<ἄνθρωποι καλέουσι τὸν ἀστέρα, σῆμα πολλοῦ ἐπερχομένου, πολέμου καὶ δηιοτῆτος.
πυροὺς καὶ κριθὰς συνάγειν ἐν δώμασι Ῥώμης εἰς ἄφενον σπεύδοντι ἐπὶ δυοκαίδεκα μῆνας. καί τε ταλαίπωρος πόλις ἔσσεται ἤμασι κείνοις, εὐθὺς δ᾿ εὐδαίμων πάλιν ἔσσεται οὐ κατὰ μικρόν· ἡσυχίη δ᾿ ἔσται, ὁπόταν τὸ κρατοῦν ἀπόληται.
καὶ τότε Λατίνων γενεὴ πύματος βασιλεύων ἔσται *καὶ* βασιλεία μετ αὐτὴν παῖδες καὶ παίδων γενεὴ ἀσάλευτος ὑπάρξει· ἔσται γὰρ γνωστή οἱ*, ἐπεὶ θεὸς αὐτὸς ἀνάσσει.
κειμένη ἐν πεδίῳ, περὶ δ᾿ αὐτὴν Νεῖλος ὁρίζει πᾶσαν ἐπουρίζων Λιβύην ἠδ᾿ Αἰθιοπίαν, 22 23 καὶ Σύροι ἁρπάζουσιν ἐφήμεροι ἄλλοθεν ἔλλος πᾶσαν ἀπαρτίην τῆσδ’ ἐκ γῆς· ᾗ μέγας ἔσται κεδνὸς ἄναξ βασιλεὺς * παίδων καὶ φώτεσι πέμπων*.
καὶ δεινὸν φρονέων περὶ δεινοτάτοις ἐπὶ πᾶσιν, Ἰταλίης πάσης μεγαλόφρονος οἷσιν* ἀρωγόν καρτερόν· ἡνίκα δ’ Ἀσσυρίης ἐπὶ οἴνοπα πόντον ἔλθῃ καὶ Φοίνικας ἑοῖς οἴκοις δ᾿ ἀλαπάξει δησόμενος πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνήν,
τῶν τῶν κοιρανιῶν γαίης εἷς κοίρανος ἔσται.
<ἀλλ’ ὅταν ἀλλάξῃ καιροὺς θεὸς . . . . . . . . . χεῖμα θέρος ποιεῖ, τότε θέσφατα πάντα τελεῖται.
αἱμα πολὺ ῥεύσει τότε βάρβαρον ἐν κονίῃσιν, ξείνοις ἀξείνοισιν ὅταν πόλις ἐξαλαπαχθῇ. ὄλβιος ὃς τέθνηκε καὶ ὄλβιος ὅστις ἄτεκνος· τὸν γὰρ δὴ* δούλειον ὑπὸ ζυγὸν αὐχένα θήσει ὁ πρὶν ἐλευθερίῃσιν ἐπώνυμον ἡγεμονήσας,
βουλὰς ἔμπροσθεν μὲν ἀοίδιμον οὗτος ἑλίσσων· τοίην δουλοσύνην θήσει πολύεδρον* ἀνάκτωρ.
τοῖς κακὸν ἀντ᾿ ἀγαθοῦ δόσει θεὸς ὑψικέραυνος· ξεῖνος ξεῖνον ἀεὶ προνομεύσει χρυσὸν ἀπεχθῆ.
ὡς δ᾿ ὁπόταν ἐν δαιτὶ φίλῃ γεύσωνται ἅπαντες λαοὶ ἐν Αἰγύπτῳ, τελέουσι δὲ καρτερὰ ἔργα, ἄλλος δ᾿ ἄλλον ἔρυκε, πολὺς δ᾿ ἀλαλητὸς ἐν αὐτοῖς· ὣς αὔτως καὶ τάρβος ἐπέσσεται ἀνθρώποισιν μαινομένης ἔριδος, πολλοὶ δ᾿ ἀπόλοιντο καὶ ἄλλοι
ἀλλήλους κτείνοντες ὑπὸ κρατερῆς ὑσμίνης· καὶ τότε κυανέαις φολίσιν πεπυκασμένος ἥξει· ἥξουσιν δύο ἄλλοι ὁμόρροθοι ἀλλήλοισιν καὶ τρίτατος αὐτοῖσι κριὸς μέγας ἐκ Κυρήνης, 26 27 ὃν πρὶν ἔλεξα φυγόντα μάχης παρὰ χεύμασι Νείλου·
ἀλλ’ οὐδ᾿ ὣς ἄπρηκτον ὁδὸν τελέουσιν ἅπαντες.
ὠ μέλεοι, χείρωμ᾿ ἔσται πόλεως ἐπισήμου, καὶ πολέμοις σκύλευμα γενήσεται οὐκ ἐπὶ δηρόν. καὶ τότε δὴ χώρης πολλῆς ὁμοτέρμονες ἄνδρες φεύξονται δειλοί, πολιοὺς δ᾿ ἄξουσι τοκῆας. καὶ πάλιν ἐγκύρσουσι παῖδα* μέγα νῖκος ἔχοντες,
Ἰουδαίους* ὀλέσουσι μενεπτολέμους ανθρώπους, ἄχρις ἁλὸς πολιῆς κεραίζοντες πολέμοισιν, ποιμένες * ἀμφότεροι*, περὶ πατρίδος ἠδὲ τοκήων. θήσει δὲ* φθιμένοισι τροπαιοφόρων γένος ἀνδρῶν. αἶ, ὁπόσοι φῶτες περὶ κύματα νηχήσονται·
πολλοὶ γὰρ κείσονται ἐπὶ ψαμαθώδεας ἀκτάς · ξανθὰ καρηνα πέσονται ὑπ᾿ Αἰγυπτίων πετεηνῶν· δὴ τότε τῶν Ἀράβων* μετελεύσεται αἷμα βρότειον. 28 29 ἀλλ᾿ ὅταν αὐτε λύκοι κυσὶν ὅρκια πιστώσωνται νήσῳ <ἐν> ἀμφιρύτῃ, πύργων τότ᾿ ἀνάστασις
ἄνδρες <δ’> οἰκήσουσι πόλιν τὴν πολλὰ οὐκέτι γὰρ δόλιος χρυσὸς οὐδ᾿ ἄργυρος ἔσται, οὐ κτῆσις γαίης, οὐ δουλείη πολύμοχθος· ἀλλὰ μίη φιλότης τε καὶ εἷς τρόπος εὔφρονι δήμῳ· κοινὰ δὲ πάντ᾿ ἔσται καὶ φῶς ἴσον ὲν βιότοιο.
ἐν γαίῃ κακίη καταδύσεται εἰς ἅλα δῖαν. καὶ τότε δ᾿ ἐγγὺς ἔην τὸ θέρος μερόπων ἀνθρώπων. ταῦτα τελεσθῆναι κρατερὴ ἐπικείσετ᾿ ἀνάγκη. οὐ λέξει τότε τις συμβλήμενος ἄλλος ὁδίτης, ὣς ῥά ποτ’ ἀμπαύσει μερόπων γένος ὀλλυμένων περ.
καὶ τότε δ᾿ ἁγνὸν ἔθνος πάσης γῆς σκῆπτρα κρατήσει εἰς αἰῶνας ἅπαντας ἅμ ἰφθίμοισι τοκεῦσιν.
Oracula. Oracula Sibyllina. ed. Johannes Geffcken. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.