XIII.
Σιβύλλης λόγος ιγ΄.
καὶ τὰ μὲν οὐράνιός με θεὸς ἀέκουσαν ἐπείγει ἀγγέλλειν βασιλεῦσιν ὑπὲρ βασιληίδος ἀρχῆς. καὶ δόρυ θοῦρος Ἄρης· ὑπὸ δ’ αὐτοῦ πάντες ὀλοῦνται, νηπίαχος γεγαώς τε θεμιστεύει* ἀγοραῖσιν· πολλοὶ γὰρ πόλεμοί τε μάχαι τ΄ ἀνδροκτασίαι τε
λιμοὶ καὶ λοιμοὶ σεισμοὶ μαλεροί τε κεραυνοί ἀσσυρίων τε πόροι πολλοὶ* κατὰ κόσμον ἅπαντα ἠδὲ λεηλασίη τε καὶ ἱεροσυλία ναῶν.
Ῥωμαῖος πελάσει βασιλεὺς πολέμου ἀκόρητος αἰχμητὰς ἐπάγων καὶ ἐπ᾿ Ἀσσυρίους, νέος Ἄρης· ἄχρις ἐπ᾿ Εὐφράτην τε βαθύρροον ἀργυροδίνην ἐκτανύσει πέμψας λόγχην πολεμήιος Ἄρης * ιδετεως* ἕνεκα· καὶ γὰρ προδοθεὶς ὑφ’ ἑταίρου
καππέσετ᾿ ἐν τάξει τυφθεὶς αἴθωνι σιδήρῳ.
πένθ᾿ ἑκατοντάδες εἰσὶ τεθειμέναι. ἡνίκα δ᾿ οὗτοι ἐν πολέμοις ἄρξουσι, θεμιστονόμοι δὲ γένωνται, ἄμπαυσις πολέμου βαιὸν ἔσσεται, οὐκ ἐπὶ δηρόν· ἀλλ᾿ ὁπόταν ποίμνῃ λύκος ὅρκια πιστώσηται πρὸς κύνας ἀργιόδοντας, ἔπειτα δὲ δηλήσηται
βλάψας εἰροπόκους ὄιας, περὶ δ᾿ ὅρκια ῥίψει· καὶ τότε δῆρις ἄθεσμος ὑπερφιάλων βασιλήων ἔσσεται ἐν πολέμοισι, Σύροι δ᾿ ἔκπαγλ᾿ ἀπολοῦνται, Ἰνδοί τ᾿ Ἀρμένιοί τ’ Ἄραβες Πέρσαι Βαβυλῶνες. ἀλλήλους ὁλέσουσι διὰ κρατερὰς ὑσμίνας.
ἠλιβάτου πέτρης Μὺς οὐ νήχετ’ ἐπ’ ἄκρης οὐδὲ χέλυς πέταται, αἰετὸς δ’ οὐ νήχετ’ ἐς ὕδωρ, οὕτω καὶ Πέρσαι μακρόθεν νίκης γεγάωσιν ἤματι τῷ, ἐφ’ ὅσον τε φίλη τροφὸς Ἰταλιήων κειμένη ἐν πεδίω Νείλου παρὰ θέσφατον ὕδωρ
ἑπταλόφῳ Ῥώμῃ ὥρης ἀπόμοιραν ἰάλλοι. ταῦτα δὲ πέπρωται· ὅσσον δέ τοι οὔνομα, Ῥώμη, εἰν ἀριθμοῖς ἴσχεν ψηφιζομένοιο χρόνοιο, τοσσούτους λυκάβαντας ἑκοῦσά σε σιτομετρήσει, δῖα πόλις μεγάλη Μακηδονίοιο ἄνακτος.
αὐτούς τ΄ ἐξολέσει ποταμοῦ χείμαρρος, ὃς ἐλθών Καίσαρος ἐς πτολίεθρα Χαναναίους ἀδικήσει.
ἠδ᾿ ἀγοραῖς πλατείαις τε καὶ ἀγλαοφεγγέι πλούτῳ καὶ ξοάνοις χρυσῷ τε καὶ ἀργύρῳ ἠδ᾿ ἐλέφαντι· ἐκ πάντων δὲ μάλιστα μαθηματική περ ἐοῦσα Βόστρα Φιλιππόπολίς <τε>, ἵν᾿ ἔλθῃς εἰς μέγα οὐ γάρ σ᾿ ὀνήσει σφαιρώματα καγχαλόωντα
ζῶδιακοῦ κύκλου, Κριὸς Ταῦρος Δίδυμοί τε, ἠδ᾿ ὁπόσοι σὺν τοῖσιν ἐν οὐρανῷ ἰνδάλλονται ἀστέρες ὡρονόμοι, τλήμων, πόλλ’ οἷς σὺ πέποιθας, ὁππόταν ἠμαρ ἐκεῖνο τὸ σὸν μετόπισθε πελάσσῃ.
δεινοτάτους πολέμους· πουλὺς δ᾿ ἄρα λαὸς ὀλεπιται ἀστῶν ὀλλυμένων ὑπ᾿ ἀντιπάλων πολιητῶν μαρναμένων στυγερῆς ἔριδος χάριν, ἀμφὶ δὲ τούτοις ἀίξας φοβερωπὸς Ἄρης στήσει* πολέμοιο. — καὶ τότε δ᾿ αὐ μεγάθυμος ἑῷ σὺν παιδὶ κραταιῷ
καππέσεται δολίως διὰ πρεσβύτερον βασιλῆα.
καὶ τότε δὴ μάλα πάντας αδελφειούς τε φίλους τε ἐξολέσει βασιλεύς, καὶ ἀποφθιμένων βασιλήων· αὐτίκα δ᾿ αὐ πιστῶν τε λεηλασίαι τε φόνοι τε ἔσσοντ’ ἐξαπίνης γε] διὰ πρότερον βασιλῆα. ἔνθ᾿ ὁπόταν δολόμητις ἀνὴρ* ἐπὶ κλίνης* ἔλθῆ,
λῃστὴς ἐκ Συρίης προφανείς, Ῥωμαῖος ἄδηλος, καὶ πελάσει δολίως ἐς Καππαδόκων γένος ἀνδρῶν καὶ πολιορκήσας πέσεται* πολέμου ἀκόρητος, δὴ τότε σοι, Τύανα καὶ Μάζακα, ἔσσεθ᾿ ἅλωσις· λατρεύσεις, τούτῳ δὲ ὑπὸ ζυγὸν αὐχένα θήσεις·
καὶ Συρίη κλαύσειεν ἀπολλυμένων ἀνθρώπων οὐδὲ Σεληναίη τότε ῥύσεται ἱερὸν ἄστυ. ἡνίκ᾿ ἂν ἐκ Συρίης φθάμενος * περιφυξανασέλγην* Ῥωμαίους προφυγὼν διὰ δ᾿] Εὐφρήταο ῥοάων, οὐκέτι Ῥωμαίοις ἐναλίγκιος, ἀλλ’ ἀγερώχοις
ἰοβόλοις Πέρσαις, τότε κοίρανος Ιταλιητῶν καππέσετ᾿ ἐν τάξει τυφθεὶς αἴθωνι σιδήρῳ ὃν κόσμον ἐάσας· ἐπὶ δ᾿ αὐτῷ παῖδες ὀλοῦνται.
οὖλος Ἄρης σὺν παιδὶ νόθῳ ἐπὶ τεέχεα Ῥώμης. καὶ τότε δὴ λιμοὶ λοιμοὶ μαλεροί τε κεραυνοί 11 καὶ πόλεμοι δεινοὶ ἀκαταστασίαι τε πολήων ἔσσοντ’ ἐξαπίνης· Σύροι δ᾿ ἔκπαγλ᾿ ἀπολοῦνται· ἥξει γὰρ τούτοις μέγας χόλος Ὑψίστοιο·
αὐτίκα δὴ Περσῶν ἐπανάστασις ἀλφηστήρων, Ῥωμαίους δ᾿ ὀλέσουσι Σύροι Πέρσῃσι μιγέντες· ἀλλ᾿ οὐ νικήσουσιν ὅμως θεοκράντορι βουλῇ. αἶ, ὁπόσοι φεύξονται ἀπ᾿ ἀντολίης γεγαῶτες σὺν κτεάτεσσιν ἑοῖσιν ἐς ἀλλοθρόους ἀνθρώπους·
αἰ, ὁπόσων ἀνδρῶν πίεται χθὼν αἷμα κελαινόν· ἔσται γὰρ χρόνος οὑτος, έν ᾡ ποτε τοῖς τεθνεῶσιν οἱ ζῶντες μακαρισμὸν ἀπὸ στομάτων ἐνέποντες φθέγξονται καλὸν τὸ θανεῖν καὶ φεύξετ᾿ ἀπ᾿ αὐτῶν.
ἥξει καὶ πληγή σοι ἀπ᾿ ἰοβόλων ἀνθρώπων δεινήν, ἥν τοι οὔποτ᾿ ἐπήλπισας ἥξουσάν σοι. ἥξει καὶ Ῥώμης ὁ φυγάς, μέγα ἔγχος ἀείρας, Εὐφράτην διαβάς πολλαῖς ἅμα μυριάδεσσιν, ὅς σε καταφλέξει καὶ πάντα κακῶς διαθήσει.
τλήμων Ἀντιόχεια, σὲ δὲ πτόλιν οὔποτ’ ἐροῦσιν, ὁππόταν ἀφροσύνῃσι τεαῖς ὑπὸ δούρασι πίπτῃς· πάντα δὲ συλήσας καὶ γυμνώσας σε προλείψει ἄστεγον ἀοίκητον· ἄφνω δέ σε κλαύσεθ’ ὁρῶν τις. καὶ σὺ θρίαμβος ἔσῃ, Ἰεράπολι, καὶ σύ, Βέροια·
Χαλκίδι συγκλαύσαιτε νεοτρώτοις ἐπὶ τέκνοις. αἶ, ὁπόσοι ναίουσι #x23D1; _ Κάσιον ὄρος αἰπύ, 12 13 ἠδ᾿ ὁπόσοι κατ᾿ Ἀμανόν, ὅσους δὲ Λύκος παρακλύζει, Μαρσύας δὲ ὅσους καὶ Πύραμος ἀργυροδίνης· ἄχρι τε γὰρ Ἀσίης περάτων θήσουσι λάφυρα,
ἄστεα γυμνώσαντες, ὅλων δ᾿ εἴδωλ᾿ ἀφελοῦνται καὶ ναοὺς ῥίψουσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ. καί ποτε Γαλλίῃ καὶ Παννονίῃ μέγα πῆμα Μυσοῖς Βιθυνοῖς θ᾿ , ὁπόταν ἥξει πολεμιστής. ὠ Λύκιοι, Λύκιοι, λύκος ἔρχεται αἷμα λιχμῆσαι,
Σάννοι ὅταν ἔλθωσι σὺν Ἄρηι πτολιπόρθῳ καὶ Κάρποι πελάσωσιν ἐπ᾿ Αὐσονίοισι μάχεσθαι.
ἀρχὴν οὐνομάτεσσι φέρων· ταχὺ δ᾿ αὖτε πεσεῖται Ἄρηι κρατερῷ βληθεὶς αἴθωνι σιδήρῳ.
καὶ τότε Ῥωμαίων φυγὴ ἔσσεται· αὐτὰρ ἔπειτα ἀρητὴρ ἥξει ὁ πανύστατος ἡλιόπεμπτος ἐκ Συρίης προφανεὶς καὶ πάντα δόλῳ διαπράξει.
ἡνίκα δ᾿ αὐτ᾿ ἄρξουσιν ὑπερμενέων Ῥωμαίων ἄνδρες ἀρηίθοοι δύο κοίρανοι· ὃς μὲν ἐφέξει ἑξδομήκοντ᾿ ἀριθμόν, ὁ δὲ τριτάτου ἀριθμοῖο· 14 15 καὶ τότε δ᾿ ὑψαύχην ταῦρος σκάπτων ὀνύχεσσιν γαῖαν καὶ κέρασιν κονίην δισσοῖσιν ἐγείρων,
ἑρπυστὴν κυανόχρωον δράσει κακὰ πολλά ὁλκὸν σύροντα φολίσιν· ἐπὶ δ᾿ αὐτὸς ὀλεῖται. ἠυκέρως δ᾿ ἔ3λαφος μετὰ τόνδ᾿ ἥξει πάλιν ἄλλος πεινάων κατ᾿ ὄρη μεμαὼς ἐν γαστρὶ πάσασθαι ἰοβόλους θῆρας· τότ’ ἐλεύσεται ἡλιόπεμπτος
δεινός τε φοβερός τε λέων πνείων φλόγα πολλήν. δὴ τόθ᾿ ὅ γ᾿ αὖτ’ ὀλέσει πολλῇ καὶ ἀναιδέι τόλμῃ εὐκεράωτ᾿ ἔ3λαφόν τε θοὸν καὶ θῆρα μέγιστον ἰοβόλον φοβερὸν συρίγματα πόλλ᾿ ἀφιέντα λοξοβάτην ·τε τράγον, ἐπὶ δ’ αὐτῷ κῦδος ὀπηδεῖ·
αὐτὸς δὴ ὁλόκληρος ἀλώβητος καὶ ἄπλητος ἄρξει Ῥωμαίων, Πέρσαι δ᾿ ἔσσοντ’ ἀλαπαδνοί.
Oracula. Oracula Sibyllina. ed. Johannes Geffcken. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.