4.
εἴ τις πλέον ἀδικηθεὶς πλείονα ὑπομείνῃ, οὗτος μακάριος· εἴ τις ἀποστερηθῇ, εἴ τις ἀθετηθῇ διὰ τὸ ὄνομα τοῦ κυρίου, οὗτος ὄντως Χριστοῦ ἐστιν. βλέπετε, μὴ τοῦ διαβόλου βοτάνη εὑρεθῇ ἐν ὑμῖν· πικρὰ γάρ ἐστιν καὶ ἁλμυρά τις αὕτη. νήψατε, σωφρονήσατε ἐν Χριστῷ Ἰησοῦ.Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]. Ignatius of Antioch. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.