3.
μὴ σπουδάζοντες ἀμύνεσθαι τοὺς ἀδικοῦντας ὑμᾶς (εἰ ἀνταπέδωκα γάρ, φησί, τοῖς ἀνταποδιδοῦσί μοι κακά), ἀδελφοὺς αὐτοὺς ποιήσωμεν τῇ ἐπιεικείᾳ. εἴπατε γὰρ τοῖς μισοῦσιν ὑμᾶς· Ἀδελφοὶ ἡμῶν ἐστε, ἵνα τὸ ὄνομα τοῦ κυρίου δοξασθῇ. καὶ μιμησώμεθα τὸν κύριον, ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, σταυρούμενος οὐκ ἀντέτεινε, πάσχων οὐκ ἠπείλει, ἀλλ’ ὑπὲρ τῶν ἐχθρῶν προσηύχετο· Πάτερ ἄφες αὐτοῖς, οὐκ οἴδασιν, ὃ ποιοῦσιν.Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.]. Ignatius of Antioch. ed. Francis Xavier Funk, ed. Francis Diekamp. Tübingen. 1913.
Funding provided by Center for Hellenic Studies.