ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ
ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ.
Cap. I.
1 μένοις συνάψωμεν νῦν τὸν περὶ συνανατολῆς καὶ συγκαταδύσεως τῶν ἄστρων λόγον, ὑποδεικνύντες, ὅσα τε δεόντως ὑπʼ αὐτῶν εἴρηται, καὶ ἐν οἷς διαφωνοῦντες [οὐ] πρὸς τὰ φαινόμενα τὰς ἀποφάσεις πεποίηνται.
πῶς διὰ τῆς ἀνατολῆς καὶ τῆς δύσεως τῶν ἄστρων ἐπιγνωσόμεθα τὴν ὥραν τῆς νυκτός, λέγει ταυτί·
ἥλιος καὶ καθʼ ὃ μέρος αὐτοῦ, καὶ διότι ἐν πάσῃ νυκτὶ ἓξ ζῴδια ἀνατέλλει, ῥᾳδίως ὑπελάμβανε συνήσειν ἐκ τοῦ ἀνατέλλοντος ζῳδίου τὴν τῆς νυκτὸς ὥραν. εἰ μέντοι γε ἢ διὰ ὄρη ἢ διὰ νέφη μὴ εἴη φανερὸν τὸ 2 ἀνατέλλον ζῴδιον, ἐκ τῶν λοιπῶν ἀστέρων τῶν ἐκτὸς τοῦ ζῳδιακοῦ κύκλου, κειμένων δʼ ἐγγὺς τοῦ ὁρίζοντος, ἐπιγνώσεσθαι ἡμᾶς τὸ ἀνατέλλον ζῴδιον, ἐὰν ἴδωμεν, ποῖα τῶν ἄστρων ἑκάστῳ ζῳδίῳ συνανατέλλει ἢ ἀντι- καταδύνει.
διαφορὰν ἐν ταῖς ἀνατολαῖς τῶν δώδεκα ζῳδίων, ἀγνοήσει τὴν τῆς νυκτὸς ὥραν ὁ τῷ προειρημένῳ
„ὑποδεικνύειν, πῶς ἄν τις διὰ τῶν ἄστρων δύναιτο „τὴν ὥραν τῆς νυκτὸς ἐπιγινώσκειν. ἐπεὶ γάρ ἐστιν „ἀρχὴ νυκτὸς ἡλίου δύσις, ὁ δὲ ἥλιος ἀεὶ ἔν τινι τῶν .,δώδεκα ζῳδίων ἐστίν, δῆλον ὅτι τῷ γινώσκοντι, ἐν „τίνι τε ζῳδίῳ ὁ ἥλιός ἐστι καὶ ἐν πόστῃ μοίρᾳ τοῦ
„ζῳδίου, ῥᾴδιόν ἐστιν ἐπιγνῶναι, καὶ ποῖον ζῴδιον ἐν
„ὅτι ἐν πάσῃ νυκτὶ ἓξ ζῴδια πρὸς τῇ ἀνατολῇ ἀν- „ίσχουσι, γνώσεται, καὶ πόσον τῆς νυκτὸς παρεληλυθός „ἐστι, καὶ πόσον ἕτι λοιπὸν ἕως τῆς τοῦ ἡλίου ἀνατολῆς.“
καὶ ἓν δωδεκατημόριον τοῦ ζῳδιακοῦ κύκλου, παῤ αὐτὴν μόνην τὴν ἐν ταῖς ἀνατολαῖς τῶν χρόνων
ἐλάσσονά ἐστι τοῦ δωδεκατημορίου, τινὰ δὲ πολλῷ μείζονα, καθάπερ εὐθέως ὁ μὲν Καρκίνος οὐδὲ τὸ τρίτον μέρος ἐπέχει τοῦ δωδεκατημορίου, ἡ δὲ Παρθένος καὶ τοῦ Λέοντος καὶ τῶν Χηλῶν ἐπιλαμβάνει, τῶν δὲ Ἰχθύων ὁ νοτιώτερος ὅλος σχεδὸν ἐν τῷ τοῦ Ὑδροχόου
κεῖται δωδεκατημορίῳ, πῶς ἂν εἴη δυνατὸν ἐκ τῆς τοιαύτης τῶν δώδεκα ζῳδίων ἐπιτολῆς 〈τὴν〉 τῆς
τερος τῶν Ἰχθύων, δῆλον ὅτι πολλῷ μᾶλλον ἀγνοήσει τὴν ὥραν ὁ ἐκ τῆς ἀνατολῆς τῶν φαινομένων ζῳδίων
αὐτῇ τῆς η΄ μοίρας τοῦ Καρκίνου, ὁ Ἄρατος θεωρῶν τὴν κεφαλὴν τοῦ Λέοντος ἀνατέλλουσαν καὶ ὑπολαμβάνων 4 τὸ κατὰ τὸν Λέοντα δωδεκατημόριον ἀναφέρεσθαι,
γὰρ τὰ τοιαῦτα πάντα ἐν τοῖς περὶ τῶν συνανατολῶν.
ζῳδίων τὸν συλλογισμὸν ποιούμενος.
τὰς ἀντικαταδύσεις τῶν ἄστρων πρὸς τὰ δωδεκατημόρια τοῦ ζῳδιακοῦ κύκλου πεπραγματεῦσθαι, καὶ μὴ πρὸς τὰ ἠστερισμένα, ἐπισκεψώμεθα καὶ τὸ ἐν αὐταῖς συμ- φώνως ἢ διαφώνως λεγόμενον πρὸς τὰ ἐν τῷ κόσμῳ φαινόμενα.
τὰ μὲν τοῦ Καρκίνου καὶ τοῦ Αἰγόκερω, τὰ δὲ τοῦ Κριοῦ καὶ τῶν Χηλῶν.
τε καὶ δύνειν παραλλήλως ἑαυτοῖς, καὶ ἕκαστον αὐτῶν καθʼ ἓν καὶ τὸ αὐτὸ σημεῖον ἀνατέλλειν καὶ πάλιν δύνειν, τὸν δὲ ζῳδιακὸν ἐν τῇ τοιαύτῃ περιφερείᾳ τοῦ ὁρίζοντος τὰς ἀνατολὰς καὶ δύσεις ποιεῖσθαι, ἡλίκην παραχωρεῖ ἐν αὐτῷ ἀπὸ τῆς τοῦ Αἰγόκερω ἀνατολῆς
ἐν ταῖς ἀνατολαῖς αὐτῶν ἀποτεμνομένην τοῦ ὁρίζοντος
ἀρχὴν ἐπέχει τοῦ Καρκίνου.
ζῴδια τίθησι, δῆλον ποιεῖ διὰ τούτων· „δεύτερος δέ „ἐστι κύκλος, ἐν ᾧ 〈αἱ〉 θεριναὶ τροπαὶ γίνονται· ἔστι „δʼ ἐν τούτῳ τὰ μέσα τοῦ Καρκίνου καὶ πάλιν φησί· „τρίτος δʼ ἐστὶ κύκλος, ἐν ᾧ αἰ ἰσημερίαι „γίνονται· ἔστι δʼ ἐν τούτῳ τά τε τοῦ Κριοῦ μέσα καὶ
„τὰ τῶν Χηλῶν· τέταρτος δέ, ἐν ᾧ 〈αἱ〉 χειμεριναὶ „τροπαὶ γίνονται· ἔστι δʼ ἐν τούτῳ τὰ μέσα τοῦ
καὶ ἰσημερινῶν σημείων, φησὶν οὕτως· „ἕτεροι δʼ „εἰσὶ δύο κύκλοι, τέμνοντες ἀλλήλους δίχα καὶ πρὸς „ὀρθάς, διὰ τῶν πόλων τοῦ κόσμου. ἔστι δʼ ἐν „τούτοις ἄστρα τάδε· πρῶτος ὁ πόλος ὁ ἀεὶ φανερὸς „τοῦ κόσμου, εἶτα τὸ μέσον τῆς Ἄρκτου κατὰ πλάτος
„καὶ τοῦ Καρκίνου τὸ μέσον.“ καὶ μετʼ ὀλίγον φησίν· „ἥ τε οὐρὰ τοῦ Νοτίου Ἰχθύος καὶ τὸ μέσον τοῦ
συνανατέταλκεν ἢ ἀντικαταδέδυκςε τῶν ἐκτὸς τοῦ ζῳδιακοῦ ἄστρων· ὃ καὶ συντείνει μάλιστα πρὸς τὸ ἐκ τῶν ἄλλων ἄστρων συλλογίζεσθαι τὸ μέλλον ἀνα-
εἰπὼν γὰρ περὶ τοῦ Ὕδρου, ὅτι τὰ μὲν ἀπὸ τῆς κεφαλῆς ἕως τῆς πρώτης σπείρας τοῦ Ὑδροχόου ἀναφερομένου 〈οὐκέτι〉 μετέωρά ἐστιν, τὸ δὲ λοιπὸν αὐτοῦ σῶμα οἱ Ἰχθύες κατάγουσιν, ἐπιφέρει·
αὐτῆς ἀνατέλλειν [ὅλην]· τὰ δὲ λοιπὰ αὐτῆς ἕως τοῦ 8 ἱστοῦ ἀνατέλλειν, ὅταν ὅλη ἡ Παρθένος ἀνατείλῃ· προειπὼν γάρ·
τὸν αὐτὸν τρόπον ὑποτίθεται ἐν ταῖς Συνανατολαῖς τὰς ἀρχὰς τῶν ζῳδίων ἐπὶ τῆς ἀνατολῆς. ὥστε καὶ ἐκ τούτου φανερὸν γίνεσθαι τὸ προκείμενον.
Cap. II.
τὰς ὑπʼ αὐτῶν ἀποδιδομένας συνανατολάς τε καὶ ἀντικαταδύσεις.
ῥάχεως, τοῦ δὲ Ἐνγόνασι τὰ ὑπὲρ τὴν γαστέρα, τὸν δὲ Ὀφιοῦχον ἕως τῶν ὤμων, τὸν δὲ Ὄφιν, ὃν ἔχει ὁ Ὀφιοῦχος, ἕως τοῦ αὐχένος, τοῦ δὲ Ἀρκτοφύλακος 9
τοῦ Καρκίνου ἀρχομένου ἀνατέλλειν, φησὶ τὸν Ἐνγόνασιν ὅλον εἶναι φανερόν, τοῦ δὲ Στεφάνου τὸ ἥμισυ, καὶ τὴν τοῦ Ἀρκτοφύλακος κεφαλήν, καὶ τὴν τοῦ Ὀφιούχου κεφαλήν, καὶ τὴν οὐρὰν τοῦ ἐχομένου Ὄφεως, τῶν δὲ πρὸς νότον 〈τὸν〉 Ὠρίωνα ὅλον, καὶ τοῦ Νοτίου
Ἰχθύος τὸ πρὸς τὴν κεφαλήν.
δ΄ μοίρας τοῦ Καρκίνου. κατὰ μέντοι γε τὸν Εὔδοξον δῆλον ὅτι διαφωνεῖ, ἐπείπερ ἡ ἀρχὴ τοῦ Καρκίνου κατʼ αὐτὸν κατὰ μέσον ἐστὶ τὸ τῶν Διδύμων δωδεκατη-
ἀμφοτέροις οὐ δυνατὸν ἑκατέρῳ αὐτῶν συμφωνεῖν τὸ φαινόμενον. δεῖ δὲ κἀκεῖνο διειληφέναι, διότι πάντα μὲν πλὴν ὀλίγων τινῶν ὁμοίως ἀμφότεροι ἀναγράφουσι τὰ περὶ τὰς ἀνατολάς· ὁ γὰρ Ἄρατος τοῖς ὑπὸ τοῦ Εὐδόξου λεγομένοις ἠκολούθηκε· συμφωνοῦσι μέντοι γε
αἱ ὑπʼ αὐτῶν ἀναγεγραμμέναι συνανατολαὶ τῇ κατὰ τὸν Ἄρατον μᾶλλον τοῦ ζῳδιακοῦ διαιρέσει ἤπερ 〈τῇ〉 κατὰ τὸν Εὔδοξον. ἔσται δὲ τοῦτο φανερὸν ἐκ τῶν κατὰ μέρος περὶ αὐτῶν ῥηθησομένων.
ἡ κεφαλὴ μόνον δέδυκε καὶ ὁ δεξιὸς ὦμος σὺν τῇ χειρί· ὁ δʼ ἀριστερὸς ὦμος καὶ τὸ λοιπὸν σῶμα ἔτι ἐστὶν ὑπὲρ γῆν· τοῦ μὲν γὰρ δεξιοῦ ὤμου δύνοντος ἀνατέλλει ἡ ζ΄ καὶ κ΄ μοῖρα τῶν Διδύμων, τοῦ δὲ ἀριστεροῦ ὤμου δύνοντος ἀνατέλλει ἡ η΄ μοῖρα τοῦ
Καρκίνου. τοῦ δὲ ἀριστεροῦ ὤμου ἔτι ὕστερον δύνουσιν οἱ ἐν ταῖς πλευραῖς. οὐκ ἄρα τὸ ἀπὸ τῆς γαστρὸς μέρος αὐτοῦ ἕως τῆς κεφαλῆς δέδυκεν, ὡς Ἄρατός
ὦμοι τοῖς Διδύμοις ἀντικαταδύνουσιν, ὁ δὲ ἐν τῇ κεφαλῇ δύνει ἀνατελλούσης τῆς β΄ μοίρας τοῦ Καρκίνου.
αὐτοῦ δύνει ἀνατελλόντων μέσων μάλιστα τῶν Διδύ- μων, ὁ δὲ ἐν ἄκρᾳ τῇ οὐρᾷ δύνει ἀνατελλούσης τῆς θ΄ μοίρας τοῦ Καρκίνου.
ἐν δὲ τῇ ἀρχῇ τοῦ περὶ τῶν ἀνατολῶν λόγου διελθών, ὅσα ἐπὶ δύσεως καὶ ἀνατολῆς ἐστιν ἀρχομένου τοῦ Καρκίνου ἀνατέλλειν, ἑξῆς φησιν· „ὅταν δʼ ὁ Καρκίνος „ἀνατέλλῃ, τῶν μὲν πρὸς ἄρκτους οὐθὲν ἀνίσχει, „τῶν δὲ πρὸς νότον ὁ Λαγωός, καὶ τοῦ Κυνὸς τὰ
„ἐμπρόσθια, καὶ ὁ Προκύων, καὶ τοῦ Ὕδρου ἡ κεφαλή· „δύνει δὲ τῶν μὲν πρὸς ἄρκτους ἡ τοῦ Ἀρκτοφύλακος „κεφαλή δῆλον οὖν ὅτι καὶ κατὰ τὸν Εὔδοξον τὰ μὲν πρῶτα μέρη τοῦ Ἀρκτοφύλακος ἀντικαταδύνει τῷ Κριῷ, τὰ δὲ ἔσχατα τῷ Καρκίνῳ.
ἀριστερᾶς χειρὸς καὶ τοῦ ἀγκῶνος, ἀνατελλούσης 12
〈λέγει αὐτὸν ἀντικαταδύνειν〉· τοῦ δὲ Καρκίνου ἀρχο- μένου ἀνατέλλειν, ὅς ἐστι λοιπὸς τῶν τεσσάρων ζῳδίων, οἷς ἀντικαταδύνει καὶ κατʼ αὐτὸν ὁ Ἀρκτοφύλαξ, εὐλόγως αὐτός φησι, μηκέτι πολὺ αὐτοῦ καὶ ὑπὲρ γῆν καὶ ὑπὸ γῆν ὑπὸ τοῦ ὁρίζοντος ἀπολαμβάνεσθαι,
καθάπερ καὶ ἐγίνετο τῶν Διδύμων ἀνατελλόντων, ἀλλὰ τὸ μὲν πλεῖον ὑπὸ γῆν 〈εἶναι〉, τὸ δὲ ἔλασσον ὑπὲρ γῆν φαίνεσθαι· τὸ μὲν γὰρ „ἠμάτιον“ σημαίνει τὸ ὑπὲρ γῆν τοῦ κόσμου, τὸ δὲ „ἔννυχον τὸ ὑπὸ γῆν.
εὐθέως ἐπὶ τοῦ Ἐνγόνασι, λέγων οὕτως·
νυκτός, ἐπεὶ τοῖς τέσσαρσι ζῳδίοις συγκαταδύνει. ὅτι δὲ τῇ Παρθένῳ κατʼ αὐτὸν συνανατέλλει, φανερὸν ποιεῖ ἐν τούτοις·
„ὑπὸ τοῦ ποιητοῦ λεγόμενα δυνάμενοι συνεῖναι, δια-
„τὸν Ὑδροχόον. ὧν τισι καὶ σὺ παρατέτευχας ἐλεγχο- 14
„τὸ δὲ κατὰ διάμετρον αὐτῷ κείμενον ζῴδιον, ὁ Σκορ- „πίος, πρὸς τῇ δύσει ὑπάρχῃ, αἱ δὲ Χηλαὶ ἀρτίως „κατενηνεγμέναι ὦσιν, αἷς ἅμα συγκαταφέρεσθαι ἄρχεται „ὁ Ἀρκτοφύλαξ, φανερὸν εἶναι νομίζω, διότι τοὺς ἀντι- „δοξοῦντας ἡμῖν περὶ τούτου παντελῶς ἀπείρους εἶναι
„τῶν φαινομένων συμβέβηκε.“
πεισθῶσιν, ὅτι ταῖς Χηλαῖς ἄρχεται συγκαταδύνειν,
συνανατολῶν πραγματείᾳ κατακεχωρίκαμεν.
μέρει μοίρας, οἵων ἐστὶν ὁ διὰ τῶν πόλων κύκλος
μεσουρανεῖν τὴν β΄ καὶ κ΄ μοῖραν τοῦ Αἰγόκερω. ἀλλʼ ἐν τῷ ζῳδιακῷ τῆς β΄ καὶ κ΄ τοῦ Αἰγόκερω μοίρας μεσουρανούσης, ἐν τῷ ὑποκειμένῳ ὁρίζοντι δεῖ ἀνα-
ἐν ταῖς καθόλου περὶ τῶν τοιούτων ἡμῖν συντεταγμέ- ναις πραγματείαις. ὁ ἄρα ἀριστερὸς ποὺς τοῦ Βοώτου
δʼ ἂν εἴη καὶ ἐξ αὐτῆς τῆς θέσεως τοῦ Βοώτου· ὀρθὸς γὰρ βεβηκὼς ὁ Βοώτης ἐγκλίνει τῇ θέσει οὕτως, ὥστε τὸν ἀριστερὸν πόδα, πολλῷ νοτιώτερον ὄντα τῆς κεφαλῆς, προηγεῖσθαι τοῦ διὰ τῶν πόλων καὶ τῆς κεφαλῆς αὐτοῦ γραφομένου κύκλου πλεῖον ἥμισυ καὶ
τέταρτον μέρος ζῳδίου.
καὶ τὸν Πρόκυνα, καὶ τοὺς ἐμπροσθίους πόδας τοῦ
βανέσθω.
τῆς Παρθένου μελλούσης ἀνατέλλειν, ὅτι ἡ πρύμνα 18 ἀνατέταλκεν ἕως μέσου τοῦ ἱστοῦ, φησὶ τὸ ,,ἅποσα“
„αὐτό, ποιῶν τὸν λόγον τοιοῦτον· ‘ἡ δὲ πᾶσα θέει „γαίης ἱστὸν διχόωσα κατʼ αὐτόν, Παρθένος ἦμος „περαιόθεν ἄρτι γένηταιʼ, ὁμολογουμένως ἀναπληρώ- „ματος ἔχει τάξιν· εἴτ᾿ ἐπὶ τὴν Παρθένον, τὸ αὐτὸ „συμβήσεται, ἐὰν μή τις δέξηται, ὅτι ὅλην φησὶ τὴν
διχόωσα κατʼ αὐτόν“, καὶ οὐχ, ὅτι „ἀνατέλλει ἕως
19 ἀνατείλῃ. κέχρηται δὲ τούτῳ τῷ σχήματι τῆς ἐκφορᾶς ὁ Ἄρατος καὶ ἐπὶ τοῦ Ἐνγόνασι, λέγων οὕτως·
δὲ τοῦ Ἐνγόνασι τὴν δεξιὰν κνήμην μόνον ἕως τοῦ γόνατος, τὸ δὲ λοιπὸν αὐτοῦ σῶμα πλὴν τῆς ἀριστερᾶς χειρὸς 〈καὶ τῆς κεφαλῆς〉 ὑπὲρ γῆν εἶναι τοῦ Σκορπίου πρὸς τῇ ἀνατολῇ ὄντος· τὴν δὲ ἀριστερὰν χεῖρα καὶ τὴν κεφαλὴν μετέωρον φαίνεσθαι τοῦ Τοξότου ἀνα-
τοῦ δὲ Κηφέως „εκεφαλήν τε καὶ χεῖρα καὶ ὤμους“, καὶ τὸ πλεῖστον μέρος τοῦ Ποταμοῦ. ὁμοίως δὲ καὶ ἐν τούτοις ὁ Ἄρατος τρόπον τινὰ παραγέγραφε τὰ τοῦ Εὐδόξου.
δὲ τοῦ Κενταύρου ὁλοσχερῶς ἠγνοήκασιν· οὔτε γὰρ ἡ οὐρὰ αὐτοῦ καὶ καθόλου τὰ ὀπίσθια πρῶτα ἀνα- τέλλει, ἀλλὰ ὁ ἀριστερὸς ὦμος· πολλῷ γάρ ἐστι βορειό- 20 τερος· οὔτε τῇ Παρθένῳ ἄρχεται συνανατέλλειν, ὥς φασιν, ἀλλὰ ταῖς Χηλαῖς· ὁ γὰρ ἀριστερὸς ὦμος αὐτοῦ
δὲ Κῆτος οὐ τῇ Παρθένῳ ἄρχεται ἀντικαταδύνειν, ὡς οὗτοί φασιν, ἀλλὰ τῷ Λέοντι· τῶν γὰρ ἐν τῇ οὐρᾷ αὐτοῦ δύο λαμπρῶν ὁ μὲν νοτιώτερος ἀντικαταδύνει μέσῃ τῇ ζ΄ καὶ κ΄ μοίρᾳ τοῦ Λέοντος· τὸ μέντοι γε λοιπὸν σῶμα τοῦ Κήτους οὐχ ὅλον τῇ Παρθένῳ ἀντι-
καταδύνει, ἀλλʼ ἕως τῆς λοφίας, ὡς ὁ Ἄρατός φησι.
τὴν κεφαλὴν αὐτοῦ· οὐ γὰρ τῇ Παρθένῳ, ἀλλὰ ταῖς Χηλαῖς ἄρχεται ἀντικαταδύνειν· ὁ γὰρ νοτιώτερος τῶν ἐν τῇ κεφαλῇ δύνει ἀνατελλούσης [τῶν] Χηλῶν η΄ μοίρας [τῆς] μέσης.
φησι δύνειν μὲν τά τε λοιπὰ μέρη τοῦ Ποταμοῦ, καὶ τὰ λοιπὰ μέρη τῆς Ἀνδρομέδας καὶ τοῦ Κήτους, καὶ τοῦ Κηφέως τὰ ἀπὸ τῶν ὤμων μέχρι τῆς ζώνης, καὶ τὴν Κασσιέπειαν ὅλην πλὴν τὸ ἀπὸ τῶν ποδῶν ἕως
Στεφάνου, καὶ τὴν οὐρὰν τοῦ Ὕδρου, καὶ τοῦ Κενταύ- ρου τὸ λοιπὸν σῶμα πλὴν τῶν ἐμπροσθίων ποδῶν. ἀνατέλλειν δέ φησι καὶ τὸ Θηρίον, ὃ ἔχει ὁ Κένταυρος, 21 καὶ τοῦ Ὀφιούχου τὴν κεφαλὴν καὶ τὰς χεῖρας, καὶ τοῦ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, τὴν κεφαλὴν ἕως τῆς πρώτης σπείρας, καὶ τοῦ Ἐνγόνασι τὰ λοιπὰ πλὴν τῆς
Ὀφιούχου οὐ γράφει ἀνατέλλειν, ἀλλὰ τὴν ἀριστερὰν μόνον χεῖρα· τὰ δὲ ἄλλα καὶ τὸ Θηρίον οὐ τοῦ Σκορπίου, ἀλλὰ τοῦ Τοξότου ἀνατέλλοντος ὑπὲρ γῆν [καὶ] φαίνεσθαι.
φαινομένοις. τὸ δὲ Θηρίον οὐ ταῖς Χηλαῖς 〈μόνον συνανατέλλει, ὡς ὁ Ἄρατος ὑπολαμβάνει, ἀλλὰ καὶ τῷ Σκορπίῳ· ἄρχεται μὲν γὰρ ἀνατέλλειν τῆς α΄ καὶ κ΄ μοίρας τῶν Χηλῶν ἀναφερομένης,〉 τὸ δὲ λοιπὸν τῷ Σκορπίῳ μέσῳ μάλιστα συναναφέρεται, ὡς καὶ ὁ
Εὔδοξός φησι. δῆλον ὅτι καὶ ταῖς Χηλαῖς μέρος τι
Ἄρατός φησι, τῇ γ΄ μοίρᾳ τοῦ Σκορπίου συνανατέλλει. οὐχ ἡ κεφαλὴ οὖν μόνον αὐτοῦ τῷ Σκορπίῳ συνανα- φέρεται. διὸ καὶ ἐν τοῖς πρότερον περὶ τὴν τοῦ Σκορπίου ἀνατολὴν ἀγνοεῖ λέγων·
τμήματι φέρονται· χωρίς τε τούτων τῶν ἐν τῇ κεφαλῇ αὐτοῦ ἀστέρων ὁ μὲν προηγούμενος τῇ η΄ καὶ κ΄ μοίρᾳ τοῦ Σκορπίου συνανατέλλει, ὁ δὲ ἔσχατος ἀναφερόμενος καὶ νοτιώτερος ὢν τῶν ἐν τῇ κεφαλῇ συνανατέλλει [τοῦ] Τοξότου Ϛ΄ μοίρᾳ μέσῃ, ὥστε
μὴ μόνον τῷ Σκορπίῳ τὴν κεφαλὴν τοῦ Κηφέως
καὶ μὴ τοῦ Τοξότου ἀναφερομένου.
Cap. III.
καὶ τὸν Ἀετόν, καὶ τὸν Ὀϊστόν, καὶ τὸ Θυμιατήριον.
δεξιὰν πτέρυγα τοῦ Ὄρνιθος, τῷ δὲ Τοξότῃ τὸ λοιπὸν αὐτοῦ σῶμα. ἐξ ὧν δῆλον ὅτι τὴν δεξιὰν πτέρυγα τοῦ Ὄρνιθος κατὰ τὸν Εὔδοξον δεῖ τοῖς ἐσχάτοις μέρεσι τοῦ Σκορπίου συναναφέρεσθαι. ὁ δὲ Ἄρατός
ἀληθείᾳ οἱ μὲν ἐν ἄκρᾳ τῇ δεξιᾷ πτέρυγι τοῦ Ὄρνιθος τοῖς ἐσχάτοις μέρεσι τῶν Χηλῶν συνανατέλλουσιν· ὁ δὲ ἐν ἄκρᾳ τῇ ἀριστερᾷ πτέρυγι, ὃς δὴ καὶ ἔσχατος ἀνα- τέλλει, τῇ β΄ καὶ κ΄ μοίρᾳ τοῦ Τοξότου συναναφέρεται.
ανατεταλκέναι τῷ Αἰγόκερῳ τοῦ Ἵππου τήν τε κεφαλὴν καὶ τοὺς πόδας, δύνειν δὲ τὰ ὀπίσθια τοῦ Κενταύρου, 24 καὶ τοῦ Ὕδρου τὸ ἀπὸ τῆς κεφαλῆς ἕως τῆς πρώτης σπείρας. ὁ δὲ Εὔδοξός φησι καὶ τὴν Κασσιέπειαν ἀνατέλλειν καὶ τὸν Δελφῖνα.
μέρεσι τοῦ Τοξότου ἄρχεται ἀντικαταδύνειν, καὶ οὐ τῷ Αἰγόκερῳ. τοῦ δὲ Ἵππου οὐ μόνον ἡ κεφαλὴ καὶ οἱ πόδες ἀνατετάλκασιν, ἀλλὰ καὶ οἱ ὦμοι καὶ τὸ στῆθος.
ζῳδίων ὁ Ἄρατος τὰς ἀρχὰς ἐπὶ τῆς ἀνατολῆς ὑποτιθέ- μενος καὶ οὕτως τὰς τῶν ἄλλων ἄστρων ἀνατολὰς καὶ δύσεις διασαφῶν τὸν Ὑδροχόον μέσον ἀνατέλλειν ὑπο- τίθεται, λέγων οὕτως·
τὸ φαινόμενον. ὁ γὰρ Ὑδροχόος, τῇ θέσει κείμενος ἀπὸ μεσημβρίας πρὸς ἄρκτους, τὰ μὲν κατὰ τὸ στῆθος καὶ τὴν κεφαλὴν μέρη πολὺ ἐκπίπτοντα τοῦ ζῳδιακοῦ κύκλου εἰς τὸ πρὸς ἄρκτους μέρος, τὰ δὲ κατὰ τοὺς πόδας νοτιώτερα ἔχει τοῦ ζῳδιακοῦ κύκλου· ἐν δὲ τῷ
ἀντιγράφοις οὕτως αὐτοῦ γραφομένου.
καὶ κ΄ μοίρᾳ τοῦ Τοξότου, ἔσχατον δὲ συνανατέλλει τῇ ιβ΄ μοίρᾳ τοῦ Αἰγόκερῳ. ὁ δὲ Δελφὶς ὅλος τῷ Τοξότῃ συνανατέλλει ἀπὸ 〈μέσης〉 τῆς κ΄ αὐτοῦ μοίρας ἕως 〈μέσης〉 τῆς κδ΄.
Ἄρατός φησι δεδυκέναι τά τε λοιπὰ τοῦ Ὕδρου καὶ τὸν Κένταυρον, ἀνατεταλκέναι δὲ τὸν Νότιον Ἰχθὺν οὐχ ὅλον, ἀλλὰ παρὰ μικρόν, καὶ τῆς Ἀνδρομέδας τὰ
Περσέως τὴν δεξιὰν χεῖρά φησιν ἀνατέλλειν, ἐν δὲ τῷ Ἐνόπτρῳ, ὅλον αὐτὸν ἀνατεταλκέναι πλὴν μικροῦ τινος· τοῦ δὲ Ὕδρου τὸ μέχρι πρὸς τὸν Κόρακα δύνειν.
φησὶν αὐτοῦ μόνον τὴν δεξιὰν χεῖρα συνανατέλλειν τῷ Ὑδροχόῳ· τὸ γὰρ ἥμισυ σχεδὸν αὐτοῦ μέρος τῷ Ὑδροχόῳ συνανατέλλει. ὁ γοῦν ἐν μέσῳ τῷ σώματι λαμπρὸς ἱκανῶς ἀστὴρ 〈τῇ〉 ζ΄ καὶ κ΄ μοίρᾳ τοῦ 26
τῇ γ΄ μοίρᾳ τῶν Ἰχθύων συνανατέλλει, ὁ δὲ ἐν τῷ ῥύγχει λαμπρὸς 〈μέσῃ〉 τῇ α΄ καὶ κ΄ μοίρᾳ τῶν Ἰχθύων.
Ὑδροχόῳ· πρώτη μὲν γὰρ ἡ δεξιὰ χεὶρ αὐτῆς συνανα- τέλλει μέσῳ μάλιστα τῷ Αἰγόκερῳ, ἐσχάτη δὲ ἡ ἀριστερὰ συναναφέρεται 〈μέσῃ〉 τῇ δ΄ καὶ κ΄ μοίρᾳ τοῦ Ὑδροχόου.
ζῳδίων τὰς ἀρχὰς ἐπὶ τῆς ἀνατολῆς ὑποτίθεται, καὶ οὐχὶ μεσοῦντα ἢ λήγοντα· ἐπὶ γὰρ τῶν ἄλλων ἄστρων τινὰ μὲν μέρη μεσούντων τῶν ζῳδίων, τινὰ δʼ ἀρχο-
καὶ δεῖ τοι ἢ ὡς ἐκεῖνός φησι γράφεσθαι· „ἢ Κριῷ ἀνιόντι φαείνεται ἢ ἐπὶ Ταύρῳ,“ ἢ νὴ Δία, οὕτως· „ἢ Κριῷ λήγουσα φαείνεται,“ ὥστε τὸ „λήγουσα“
γὰρ οὕτως· „ἡμεῖς μέντοι καὶ ἐπὶ τούτῳ τῷ τε „ποιητῇ συμφώνως καὶ τοῖς φαινομένοις ἀκολούθως „οἰόμεθα δεῖν γράφεσθαι τὸ ποίημα τὸν τρόπον „τοῦτον·
„〈αὐτὴν〉 φανερὰν ἤδη γίνεσθαι, ἢ ἐπὶ τὸ μᾶλλον „ὁμολογούμενον ἔλθῃ, διότι τοῦ Ταύρου μέλλοντος „ἀναφέρεσθαι ἐκφανής ἐστι τοῦ Περσέως ἡ ζώνη μετὰ
„καὶ τὰ περὶ τῆς ζώνης ὁ ποιητὴς οὐ μόνον ἐμπείρως, ἀλλὰ καὶ ἀκριβῶς ἐξηγούμενος ἂν φαίνοιτο.“
ἐν τῇ ζώνῃ τοῦ Περσέως ἀστέρων διστάζειν αὐτόν, πότερον τῆς ἀρχῆς τοῦ Κριοῦ ἐπʼ ἀνατολῆς οὔσης καὶ αὐτὴ ἤδη φανερά ἐστι σὺν τοῖς ὤμοις καὶ τῇ κεφαλῇ
ἀναστρέφεσθαι, καθάπερ ἐπιδεδείχαμεν, ἔτι καὶ οὐ μόνον ἐπὶ τῆς τοῦ Περσέως ζώνης τοῦτʼ ἂν παρὰ τῷ Ἀράτῳ διστάζοιτο, ἀλλὰ καὶ ἐπὶ πάντων 〈τῶν〉 δυσὶν
ὑπολαμβάνων κατὰ ἀλήθειαν οὕτως εἶναι δισταζόμενα 29 〈τὰ〉 περὶ τὴν ζώνην τοῦ Περσέως, καθάπερ προ- είρηκεν. οὐ γὰρ μόνον ἡ ζώνη τοῦ Περσέως φαίνεται ὑπὲρ γῆν τοῦ Κριοῦ ἀρχομένου ἀνατέλλειν, ἀλλὰ καὶ ὅλος σχεδὸν ὁ Περσεὺς πλὴν τοῦ ἀριστεροῦ ποδὸς καὶ
τῇ η΄ μοίρᾳ τῶν Ἰχθύων, ὁ δὲ ἐν τῷ δεξιῷ γόνατι τῇ ζ΄ μοίρᾳ· ὁ δὲ ἐν τῷ γοργονίῳ καὶ τῇ ἀριστερᾷ χειρὶ κείμενος λαμπρὸς ἀστήρ, ὃς μικρὸν προηγεῖται τοῦ ἀριστεροῦ μηροῦ, τῇ ιγ΄ μοίρᾳ τῶν Ἰχθύων συνανα- φέρεται. μόνη δὲ αὐτοῦ ἡ ἀριστερὰ κνήμη τῷ Κριῷ
θηκεν ὁ Ἄρατος. ἐν μὲν γὰρ τῷ συντάγματι τῷ περὶ τῶν φαινομένων γράφει, ὅτι τοῖς Ἰχθύσι συνανατέλλει τὰ δεξιὰ τοῦ Περσέως, ὥστε τῆς ἀρχῆς τοῦ Κριοῦ πρὸς τῇ ἀνατολῇ οὔσης τὰ δεξιὰ μόνον τοῦ Περσέως μέρη κατʼ αὐτὸν ὑπὲρ γῆν φαίνεσθαι· ἐν δὲ τῷ ἑτέρῳ
συντάγματι, ὃ ἐπιγράφεται „Ἔνοπτρον“, τοῖς Ἰχθύσι
εὐλόγως ὁ Ἄρατος, διαπορῶν, ποίᾳ τις κατακολουθήσει ἀποφάσει, ἀμφήριστόν φησιν εἶναι καὶ δισταζόμενον, πότερον καὶ ἡ ζώνη τοῦ Περσέως μετὰ τῶν ὤμων καὶ τῆς κεφαλῆς τοῦ Κριοῦ ἀνατέλλοντος μετέωρος φαίνεται 30 ἢ τοῦ Ταύρου ἀναφερομένου, ὡς τὸ ἕτερον τῶν τοῦ
τοῦ Κριοῦ πρὸς τῷ ὁρίζοντι οὔσης, ἢ ἀρχομένου ἤδη ἀνατέλλειν τοῦ Ταύρου, τότε καὶ αὐτὴ ἀναφέρεται, ἀλλὰ 〈παρὰ〉 τὸ μὴ ἔχειν εἰπεῖν διὰ τὸ ἑκατέρως παρα- δεδόσθαι.
„καὶ κʼ ἀμφήριστα πέλοιτο“, ἐν δέ τισι „καὶ κʼ ἀμφή- ριστα πέλονται“, δεῖ γράφειν „πέλοιτο“, καὶ οὐχ, ὡς ὁ Ἄτταλος, „πέλονται“. τῷ γὰρ ἂν συνδέσμῳ τὸ „πέλοιτο“ καταλλήλως λέγεται. οὐδὲ γὰρ περισπᾶσθαι δεῖ διὰ τὸ πληθυντικῶς ἐκφέρεσθαι τὸ „ἀμφήριστα“·
σύνηθες γάρ ἐστι τὸ σχῆμα τοῦτο τῆς ἐκφορᾶς.
Κήτους τὸ ἀπὸ τῆς οὐρᾶς ἕως τῆς λοφίας. δεδυκέναι δέ φησι τοῦ Βοώτου τι μέρος.
φέρεται, ὁ δὲ βορειότερος τῶν ἐν τῇ κεφαλῇ ἔτι πρό- τερον τοῖς Ἰχθύσι συνανατέλλει, ὥστε καὶ κατὰ τοῦτο ἀγνοεῖν αὐτούς, λέγω δέ, καθʼ ὅσον ὑπολαμβάνουσι πρώτως τῷ Κριῷ τὸν Ἡνίοχον συναναφέρεσθαι. 31
αὐτῶν γονάτων“, ἀνατέλλειν δὲ τὸ Κῆτος καὶ τοῦ Ποταμοῦ τὰ πρῶτα.
Pars posterior.
Cap. IV.
κεφαλαίου, τίνι τε τῶν δώδεκα ζῳδίων συνανατέλλει καὶ συγκαταδύνει, καὶ ἀπὸ πόστης μοίρας τοῦ ζῳδίου ἀρξάμενον ἕως πόστης μοίρας ἔσχατον ἀνατέλλει ἢ [συγκατα]δύνει ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις καὶ 32 καθόλου ὅπου ἐστὶν ἡ μεγίστη ἡμέρα ὡρῶν ἰσημερινῶν
δωδεκατημορίου, ἃ δὲ ἐλάσσονα. ἔτι δὲ καὶ πολλῷ τινὰ μὲν βορειότερα, τινὰ δὲ νοτιώτερα ὄντα τοῦ ζῳδιακοῦ πολὺ προτερεῖ καὶ ὑστερεῖ ἐν ταῖς ἀνατολαῖς καὶ δύσεσι τῶν κατʼ αὐτὰ δωδεκατημορίων.
ρανοῦν ἐν τῷ ζῳδιακῷ κύκλῳ ζῴδιον καὶ τὴν μοῖραν αὐτοῦ, πρὸς δὲ τούτοις τοὺς μεσουρανοῦντας ἀπλανεῖς ἀστέρας ἐν ταῖς ἀρχαῖς καὶ τελευταῖς τῶν ἀνατολῶν καὶ δύσεων οἱουδήποτε ἄστρου, καὶ ἔτι ἐν πόσαις ὥραις ἰσημεριναῖς ἕκαστον τῶν ἄστρων ἢ δύνει ἢ
νόητον εἶναί σοι νομίζω.
Cap. V.
ἕως Διδύμων κζ΄ μοίρας. καὶ πρῶτος μὲν ἀστὴρ τοῦ Βοώτου ἀνατέλλει ὁ ἐν τῇ κεφαλῇ, ἔσχατος δὲ ὁ ἐν τῷ δεξιῷ ποδί.
Ὠρίωνος καὶ ὁ ἀριστερὸς πούς, ὡς ἡμιπήχιον προηγού- μενοι τοῦ μεσημβρινοῦ. λήγοντος δὲ αὐτοῦ μεσου- ρανεῖ τοῦ Κυνὸς ὁ ἐπὶ τῶν ἰσχίων λαμπρός.
Στεφάνου ὁ προηγούμενος τοῦ λαμπροτάτου, ἔσχατος δὲ ὁ βορειότερος τῶν ὡς πρὸς ἀνατολὰς καὶ ἄρκτους κειμένων τοῦ λαμπροτάτου.
μενος τῆς τοῦ Ὕδρου κεφαλῆς, ὁ ἐκφανής, ὅς ἐστιν 〈ἐν τοῖς νοτίοις ποσὶ〉 τοῦ Καρκίνου, καὶ τῆς Ἄρκτου 34 ὁ βορειότερος τῶν ἐν τοῖς ἐμπροσθίοις ποσὶ δύο ἀστέρων, ἔγγιστα δὲ καὶ τῶν περὶ τὸ Νεφέλιον τοῦ Καρκίνου κειμένων οἱ πρὸς δύσιν.
ὁ ζῳδιακὸς ἀπὸ Παρθένου μοίρας ια΄ ἕως Σκορπίου μοίρας η΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Διδύμων η΄ μέσης ἕως Λέοντος ιδ΄ μοίρας. καὶ πρῶτοι μὲν ἀστέρες τοῦ Ἐνγόνασιν ἀνατέλλουσιν ὅ τε ἐν τῷ δεξιῷ ποδὶ καὶ ὁ ἐν τῷ δεξιῷ γόνατι, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ
ἀριστερᾷ χειρί.
λαμπρὸν τὸν ἐπὶ τῆς ὀσφύος κειμένων.
γ΄ καὶ κ΄ μοίρας· μεσουρανεῖ δὲ ἀπὸ Λέοντος γ΄ μοίρας ἕως Παρθένου γ΄. καὶ πρῶτοι μὲν ἀστέρες ἀνατέλλουσι τοῦ Ὀφιούχου οἱ ἐν τῇ ἀριστερᾷ χειρί, ἀλλὰ μὴν καὶ [οἱ] ἐν τῷ Ὄφει κείμενοι, ἔσχατος δὲ τῶν ἐν τῷ δεξιῷ ποδὶ αὐτοῦ τεσσάρων ὁ δεύτερος ἀπὸ δύσεως.
τερος τῶν ἡγουμένων, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ. Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν ὁ ἐν τῷ ἀκρο- στολίῳ τῆς Ἀργοῦς λαμπρός, ὡς ἡμιπήχιον ὑπολει- πόμενος τοῦ μεσημβρινοῦ, ἔσχατος δὲ ὅ τε Προτρυγητὴρ καὶ ὁ βορειότερος ὦμος τῆς Παρθένου, ὡς πηχυαῖον
διάστημα τοῦ μεσημβρινοῦ ὑπολειπόμενος ἑκάτερος αὐτῶν.
αὐτῇ ὁ ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας θ΄ μέσης ἕως Σκορπίου ιη΄· μεσουρανεῖ δὲ ἀπὸ Λέοντος μοίρας ιγ΄ μέσης ἕως Λέοντος μοίρας Ϛ΄ καὶ κ΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει τῆς Λύρας ὁ ἀπʼ ἄρκτων παρακείμενος τῷ λαμπροτάτῳ, ἔσχατος δὲ ὁ πρὸς ἀνατολὰς τῶν ἐν
τῷ ζυγώματι αὐτῆς δύο λαμπρῶν.
τῇ ἀριστερᾷ πτέρυγι τῆς Παρθένου, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ.
〈ἔσχατος δὲ ὁ νοτιώτατος τῶν ἐν τῇ ἀριστερᾷ πτέρυγι〉.
μέσης· μεσουρανεῖ δὲ ἀπὸ Παρθένου μοίρας θ΄ μέσης ἕως Παρθένου α΄ καὶ κ΄. 〈καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ προηγούμενος τῶν ἐν τῇ κεφαλῇ τριῶν, ἔσχατος δὲ ὁ νοτιώτερος τῶν ἐν τῇ κεφαλῇ.〉
ἐν τῇ οὐρᾷ λαμπρός, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, ἔσχατος δὲ ὁ ἀριστερὸς ἀγκὼν τῆς Παρ- θένου, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ.
ὁ ἐν τῇ κεφαλῇ.
μὲν ἀστὴρ ἀνατέλλει αὐτῆς ὁ βορειότερος τῶν ἐν τῇ δεξιᾷ χειρί, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ ἀριστερᾷ χειρί.
α΄ καὶ κ΄ μέσης ἕως Τοξότου Ϛ΄ μέσης. καὶ πρῶτος μὲν αὐτοῦ ἀστὴρ ἀνατέλλει ὁ νοτιώτερος τῶν ἐμπρο- σθίων ποδῶν, ἔσχατος δὲ ὁ ἐπὶ τῆς ὀσφύος λαμπρός.
οἱ παρὰ τὸν δεξιὸν ὦμον τρεῖς ἐπʼ εὐθείας κείμενοι, ἐκτὸς ὄντες αὐτοῦ, καὶ τοῦ Ἐνγόνασιν ὁ ἐν τῷ ἀριστερῷ μηρῷ λαμπρός, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Ἵππος ἐν ὥραις τρισί.
τοῦ Ἀετοῦ ὁ βορειότερος τῶν ἐν ταῖς πτέρυξι δύο μικρῶν, ἔσχατος δὲ ὁ νοτιώτερος τῶν ἐν τῷ σώματι τριῶν λαμπρῶν.
η΄ μέσης ἕως Χηλῶν ιγ΄. καὶ πρῶτοι μὲν ἀστέρες ἀνα- τέλλουσιν οἱ ἡγούμενοι τῶν ἐν τῷ ῥόμβῳ τεσσάρων, ἔσχατος δὲ τῶν ἐν τῇ οὐρᾷ ὁ νοτιώτερος.
ὑπὲρ τὴν Πλειάδα ἐν τῷ ἀριστερῷ ποδὶ κείμενοι.
καὶ τοῦ Ὄρνιθος ὁ βορειότερος τῶν ἐν τῇ δεξιᾷ πτέρυγι, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ.
ὁ ζῳδιακὸς ἀπὸ Ἰχθύων μοίρας ια΄ μέσης ἕως Ταύρου ις΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Τοξότου κ΄ μοίρας ἕως Αἰγόκερω θ΄ καὶ κ΄. καὶ πρῶτοι μὲν ἀστέρες ἀνα- τέλλουσιν οἱ ἐν τῇ κεφαλῇ, ἔσχατος δὲ ὁ ἐν τῷ δεξιῷ ποδί.
Cap. VI.
ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας Ϛ΄ ἕως Αἰγόκερω μοίρας ιθ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω μοίρας β΄ καὶ κ΄ ἕως Κριοῦ δ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ νοτιώτατος τῶν ἐν τῷ ἀριστερῷ ποδί, ἔσχατος δὲ ὁ βορειότατος τῶν ἐν τῷ κολλορόβῳ.
τῇ κεφαλῇ τριῶν, καὶ ὁ Σύνδεσμος τῶν λίνων.
δ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ τῆς ἀρχῆς τῶν Ἰχθύων ἕως Ἰχθύων μοίρας ιδ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ 40 δύνει ὁ λαμπρότατος τῶν ἐν τῷ Στεφάνῳ, ἔσχατος δὲ ὁ ἀμαυρότερος καὶ ἔσχατος ὢν τῆς ἑπομένης περιφερείας.
οἱ ἡγούμενοι, ἔσχατοι δὲ ὅ τε ἐν μέσῳ τῷ σώματι τῆς Κασσιεπείας, καὶ ὁ ἐν τῇ ἀριστερᾷ χειρὶ τῆς Ἀνδρο- μέδας.
ζῳδιακὸς ἀπὸ [τοῦ] Τοξότου μοίρας ιδ΄ ἕως Ὑδροχόου μοίρας ιϚ΄· μεσουρανεῖ δὲ ἀπὸ [τοῦ] Ὑδροχόου μοίρας γ΄ καὶ κ΄ ἕως Ταύρου μοίρας η΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν ἄκρᾳ τῇ δεξιᾷ χειρί, ἔσχατος δὲ ὁ ἐν τῷ ἀριστερῷ ποδί.
ἔσχατος δὲ μεσουρανεῖ τοῦ ἐν τῷ Κήτει τετραπλεύρου ὁ νοτιώτερος τῶν ἑπομένων λαμπρῶν, καὶ ὁ πρὸς μεσημβρίαν κείμενος 〈αὐτοῦ〉 ἀκατονόμαστος 〈καὶ〉 λαμπρός.
πεμπτημορίοις ὡς ἔγγιστα.
τῷ ἀριστερῷ ποθί, ἔσχατος δὲ ὁ ἐν τῇ κεφαλῇ.
τῶν ἐν τῷ στήθει, καὶ τοῦ Κήτους ὁ νοτιώτερος τῶν ἐν τῇ οὐρᾷ, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ.
καὶ κ΄ μέσης ἕως Αἰγόκερω μοίρας θ΄· μεσουρανεῖ δὲ ἀπὸ Ὑδροχόου μοίρας η΄ ἕως Ἰχθύων κ΄ μέσης. καὶ πρῶτοι μὲν ἀστέρες δύνουσιν οἱ ἐν τῷ σώματι, κοινοὶ ὄντες καὶ τῆς ἀριστερᾶς χειρὸς τοῦ Ὀφιούχου, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ.
τῶν ἐν τῷ ζυγώματι 〈δύο〉 λαμπρῶν, ἔσχατος δʼ ὁ ἀπʼ ἄρκτων παρακείμενος τῷ λαμπρῷ.
τῶν ἀπʼ ἄρκτου καὶ λαμπρός, ὑπολειπόμενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον, καὶ ὁ μεταξὺ τῆς τε ἀποτο- μῆς τοῦ Ταύρου καὶ τοῦ ἐν τῇ ὠμοπλάτῃ, προηγού- μενος τοῦ μεσημβρινοῦ ὡς δύο μέρη πήχεως.
τῶν ἐν ἄκρᾳ τῇ δεξιᾷ πτέρυγι.
καὶ ὁ ἡγούμενος τῶν ἐν τοῖς γόνασι τριῶν, προηγού- μενοι τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον.
ἀπὸ Κριοῦ μοίρας η΄ μέσης ἕως Κριοῦ ιδ΄· μεσουρα- νεῖ δὲ ἀπὸ Καρκίνου μοίρας θ΄ ἕως Καρκίνου μοί- ρας ιδ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει 〈ὁ νοτιώτερος 42 τῶν ἐν τῇ κεφαλῇ τριῶν, ἔσχατος δὲ ὁ βορειότερος αὐτῶν〉.
μεσημβρινοῦ, καὶ τῆς Ἀργοῦς ὁ ἐν τῷ ἀκροστολίῳ λαμπρός, ἔσχατοι δὲ τῆς τε Ἄρκτου ὁ ἐν τοῖς ἐμπρο- σθίοις γόνασι λαμπρός, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Καρκίνου ὁ μέσος τῶν τριῶν τῶν περὶ τὴν νοτίαν χηλήν, καὶ τοῦ Ὕδρου ὁ ἐπὶ τῆς
ἐκφύσεως τοῦ τραχήλου, καὶ τῆς Ἀργοῦς ὁ ἐν μέσῳ τῷ τοίχῳ λαμπρός, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ.
Ταύρου δ΄ καὶ κ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου μοίρας δ΄ καὶ κ΄ μέσης ἕως Παρθένου ε΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τῇ κεφαλῇ, ἔσχατος δὲ ὁ ἐν τοῖς ποσί.
τοῦ Λέοντος ὅ τε ἐμπρόσθιος ποὺς καὶ τῶν ἐν τῇ κεφαλῇ ὁ βορειότερος τῶν ἑπομένων, καὶ τοῦ Ὕδρου ὁ λαμπρότατος, ἔσχατοι δὲ τοῦ τε Δράκοντος ὁ δεύτερος τῶν ἀπὸ τῆς οὐρᾶς λαμπρῶν, καὶ τοῦ Κόρακος ὅ τε ἐν τῷ ῥύγχει καὶ ὁ ἐν τῇ κεφαλῇ.
α΄ καὶ κ΄ μέσης ἕως Λέοντος β΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τῇ κεφαλῇ, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν τῷ δεξιῷ ποδί.
βορειότατος τῶν ἐν τῇ κεφαλῇ· ἔσχατον δὲ μεσουρα- νοῦσι τοῦ τε Δράκοντος ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ ὁ μέσος τῶν ἐν τῷ τραχήλῳ τοῦ Λέοντος τριῶν ἐπ᾿ εὐθείας, καὶ τοῦ Ὕδρου ὁ τρίτος τῶν μετὰ τὸν λαμπρὸν πρὸς ἀνατολὰς τεσσάρων.
δύνει ὁ ἐν τῷ στόματι αὐτοῦ λαμπρός, ἔσχατος δὲ ὁ ἐπὶ τῆς ὀσφύος λαμπρός.
Ταύρου〉, καὶ τοῦ Ταύρου ὁ ἐν τῇ ὠμοπλάτῃ, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ· ἔσχατοι δὲ μεσου- ρανοῦσι τῶν Διδύμων ὅ τε τρίτος ἀπὸ δύσεως ποὺς καὶ ὁ ἡγούμενος τῶν ἐν τοῖς γόνασι τριῶν.
ἀκατονομάστων, καὶ ὁ ἐν τῷ νώτῳ αὐτοῦ, προηγού- μενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον, καὶ τοῦ Κήτους ὁ ἡγούμενος τῶν ἐν τῇ νοτίᾳ σιαγόνι τριῶν λαμπρῶν· ἔσχατοι δὲ μεσουρανοῦσι τοῦ Περσέως ὁ ἐν μέσῳ τῷ σώματι λαμπρός, μικρὸν προηγούμενος τοῦ μεσημβρινοῦ,
καὶ τοῦ Κήτους ὁ ἑπόμενος τῶν ἐν τῇ νοτίᾳ σιαγόνι, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ.
γ΄ καὶ κ΄· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ μοίρας β΄ ἕως Κριοῦ μοίρας η΄. καὶ πρῶτοι μὲν ἀστέρες δύνουσιν οἱ ἐν ταῖς πτέρυξι δύο μικροί, ἔσχατος δὲ ὁ βορειό- τερος τῶν ἐν τῷ σώματι τριῶν λαμπρῶν.
τῆς Ἀνδρομέδας ὁ ἐν τῷ ἀριστερῷ ποδί, καὶ τοῦ Κριοῦ ὁ μέσος τῶν ἐν τῇ κεφαλῇ, καὶ τοῦ Κήτους ὁ νοτιώτερος τῶν ἑπομένων ἐν τῷ τετραπλεύρῳ, ἔσχατος δὲ τοῦ Τριγώνου ὁ ἑπόμενος τῶν ἐν τῇ βάσει, προ- ηγούμενος 〈τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον, καὶ τοῦ
Κήτους ὁ προηγούμενος〉 τῶν ἐν τῇ βορείᾳ σιαγόνι.
τῶν ἐν τῇ ἑπομένῃ πλευρᾷ τοῦ ῥόμβου.
τοῦ μεσημβρινοῦ, ἔσχατοι δὲ ὁ ἐν τῷ ἀριστερῷ γόνατι τοῦ Περσέως, καὶ τῆς Πλειάδος τὸ βορειότερον μέρος τῆς ἡγουμένης πλευρᾶς.
ὁ ζῳδιακὸς ἀπὸ Ταύρου μοίρας β΄ ἕως Ταύρου μοίρας θ΄ καὶ κ΄· μεσουρανεῖ δὲ ἀπὸ Λέοντος Ϛ΄ μέσης ἕως Παρθένου ι΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει τῶν ἐν τῷ γοργονίῳ ὁ βορειότερος τῶν ἡγουμένων, ἔσχατος δὲ ὁ ἐν τῷ δεξιῷ γόνατι.
Αργοῦς ὁ ἔσχατος τῶν ἐν τῇ τρόπει· ἔσχατον δὲ μεσουρανοῦσι ὅ τε ἐν τῇ οὐρᾷ τοῦ Κόρακος καὶ ὁ ἐν τοῖς ποσὶν αὐτοῦ.
τρισίν.
In Arati et Eudoxi phaenomena commentariorum libri iii. Hipparchus. ed. Karl Manitius. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.