ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ
Cap. I.
πεπλεόνακας ἐν ταῖς βιωτικαῖς ἀσχολίαις διὰ τὴν τῶν
τὸ καλῶς ἢ κακῶς λεγόμενον 〈ἐν〉 αὐτοῖς ὑποδεικνύων. ἐξ ὧν ἔσται σοι φανερὰ πάντα καὶ τὰ παρὰ σοῦ δι- απορηθέντα.
προσδεῖσθαι νομίζω· ἁπλοῦς τε γὰρ καὶ σύντομός ἐστι ποιητής, ἔτι δὲ σαφὴς τοῖς καὶ μετρίως παρηκολουθη- κόσι· τὸ δὲ συνεῖναι τὰ λεγόμενα περὶ τῶν οὐρανίων ὑπʼ αὐτοῦ, τίνα τε συμφώνως τοῖς φαινομένοις ἀνα- γέγραπται καὶ τίνα διημαρτημένως, τοῦτʼ ὠφελιμώτατον
ἡγήσαιτʼ ἄν τις καὶ μαθηματικῆς ἴδιον ἐμπειρίας.
συνεπιγραφόμενον, ἔκρινα τῆς σῆς ἕνεκα φιλομαθίας καὶ τῆς κοινῆς τῶν ἄλλων ὡφελείας ἀναγράψαι τὰ
ψυχον παντελῶς· τοὐναντίον δὲ δεῖν οἴομαι πᾶσιν ἡμᾶς εὐχαριστεῖν, ὅσοι τῆς κοινῆς ἕνεκεν ὠφελείας ἰδίᾳ πο- νεῖν ἀναδεχόμενοι τυγχάνουσιν·) ἀλλʼ ἕνεκα τοῦ μήτε σὲ μήτε τοὺς λοιποὺς τῶν φιλομαθούντων ἀποπλανᾶ- σθαι τῆς περὶ τὰ φαινόμενα κατὰ τὸν κόσμον θεωρίας.
οὖν καὶ ἐκ τῆς τῶν τοσούτων καὶ τηλικούτων μαθη- ματικῶν συμφωνίας ἀξιόπιστος ἡ ποίησις αὐτοῦ δια- λαμβάνεται. καίτοι γε τοῦ Ἀράτου μὲν ἴσως οὐκ ἄξιον ἐφάπτεσθαι, κἂν ἔν τισι διαπίπτων τυγχάνῃ· τῇ γὰρ Εὐδόξου συντάξει κατακολουθήσας τὰ Φαινόμενα γέ-
γραφεν, ἀλλʼ οὐ κατʼ ἰδίαν παρατηρήσας ἢ μαθη- ματικὴν κρίσιν ἐπαγγελλόμενος ἐν τοῖς οὐρανίοις προφέρεσθαι καὶ διαμαρτάνων [τῶν] ἐν αὐτοῖς.
φομένων ταῖς φάσεσιν αὐτῶν, ἀναγέγραφά σοι καὶ τὰς κατὰ ἀλήθειαν γινομένας ἑκάστου τῶν ἀπλανῶν ἄστρων σὺν αὐτοῖς τοῖς κατηστερισμένοις δώδεκα ζῳδίοις συν- ανανατολὰς καὶ συγκαταδύσεις, ἵνα παρακολουθῶν ἑκάστοις ἀκριβῶς καὶ τὰς τῶν ἄλλων ἀπάντων ἀποφάσεις ἐν
πολλὰ καὶ χρήσιμα τῶν ἐν τοῖς μαθήμασι θεωρημάτων, εὐκατανόητον εἶναι καὶ σοὶ νομίζω.
Pars prior. Cap. II.
ἀναγραφῇ κατηκολούθηκεν ὁ Ἄρατος, μάθοι μὲν ἄν τις διὰ πλειόνων παρατιθεὶς τοῖς ποιήμασιν αὐτοῦ περὶ ἑκάστου τῶν λεγομένων τὰς παρὰ τῷ Εὐδόξῳ λέξεις. οὐκ ἄχρηστον δὲ καὶ νῦν διʼ ὀλίγων ὑπομνῆσαι
φέρεται δὲ εἰς τὸν Εὔδοξον δύο βιβλία περὶ τῶν φαινομένων, σύμφωνα κατὰ πάντα σχεδὸν ἀλλήλοις πλὴν ὀλίγων σφόδρα. τὸ μὲν οὖν ἓν αὐτῶν ἐπι- γράφεται ,,Ἔνοπτρον“, τὸ δὲ ἕτερον ,,Φαινόμενα“. πρὸς τὰ Φαινόμενα δὲ τὴν ποίησιν συντέταχεν.
5
καὶ οὐ τὸν δεξιόν.
„νος,〉 ὑπὸ δὲ τοὺς ὀπισθίους πόδας ὁ Λέων. πρὸ „δὲ τῶν ἐμπροσθίων ποδῶν τῆς Ἄρκτου ἀστήρ ἐστι „〈λαμπρός〉, λαμπρότερος δὲ ὑπὸ τὰ ὀπίσθια γόνατα,
αὐτοῦ φησιν οὕτως·
,,πλευρον ποιοῦντας· τὸ δὲ μέσον αὐτοῦ πρὸς τῇ καμπῇ
7
,,μεταξύ· τὸν δʼ ἐν τῇ κεφαλῇ ἀστέρα κοινὸν ἔχει τῷ
Ὄρνιθος·
παραγεγράφθαι, ἀρκέσει καὶ ταῦτα χάριν τοῦ μὴ μηκύνειν.
9 τοῦ ζῳδιακοῦ, ἔπειθʼ οὕτως τὰ νοτιώτερα. καὶ τὰς συν- ανατολάς τε καὶ συγκαταδύσεις τοῖς δώδεκα ζῳδίοις τῶν ἄλλων ἄστρων ὁμοίως τέταχεν ὁ Ἄρατος τῷ Εὐδόξῳ.
μερινοῦ, ὁ μὲν Εὔδοξός φησιν ἐπὶ τοῦ θερινοῦ οὕτως· „ἔστι δὲ ἐν τούτῳ τὰ μέσα τοῦ Καρκίνου καὶ τὰ διὰ „τοῦ σώματος κατὰ μῆκος τοῦ Λέοντος, τῆς δὲ Παρ- „θένου 〈τὰ〉 μικρὸν ἄνωθεν, καὶ ὁ αὐχὴν τοῦ ἐχο- „μένου Ὄφεως, καὶ ἡ δεξιὰ χεὶρ τοῦ Ἐνγούνασι, καὶ
„ἡ κεφαλὴ τοῦ Ὀφιούχου, καὶ ὁ αὐχὴν τοῦ Ὄρνιθος „καὶ ἡ ἀριστερὰ πτέρυξ, καὶ οἱ τοῦ Ἵππου πόδες, ἔτι „δὲ καὶ ἡ δεξιὰ χεὶρ τῆς Ἀνδρομέδας καὶ τὸ μεταξὺ „τῶν ποδῶν, καὶ τοῦ Περσέως ὁ ἀριστερὸς ὦμος καὶ „ἡ ἀριστερὰ κνήμη, ἔτι δὲ τὰ γόνατα τοῦ Ἡνιόχου
„καὶ αἱ κεφαλαὶ τῶν Διδύμων· εἶτα συνάπτει πρὸς τὰ
„καὶ ὁ ἱστός, καὶ τοῦ Κενταύρου ὁ νῶτος καὶ τὰ „στήθη, καὶ τὸ Θηρίον, καὶ τοῦ Σκορπίου τὸ κέντρον· „εἶτα διὰ τοῦ Τοξότου πρὸς τὰ μέσα τοῦ Αἰγόκερω
τέμνεσθαί φησιν οὕτως, ὥστε λόγον ἔχειν τὰ τμήματα πρὸς ἄλληλα τὸν αὐτόν, οἷον ἔχει τὰ εʹ πρὸς τὰ γʹ.
Cap. III.
νῦν ὑποδείξομεν. ἐκθησόμεθα δὲ εὐθέως καὶ ἐν οἷς ἰδίᾳ ἕκαστος αὐτῶν διαμαρτάνει.
λεγομένοις, πλὴν ἐφʼ ἑνὸς καὶ θατέρου, ἃ δὴ καὶ
,,ποιήσαντες καὶ τοῖς ὑπὸ τοῦ ποιητοῦ γεγραμμένοις „ἀκόλουθα καὶ πάλιν ἑξῆς φησι· „τάχα δέ τινες „ἐπιζητήσουσι, τίνι λόγῳ πεισθέντες φαμὲν ἀκολούθως „τῇ τοῦ ποιητοῦ προαιρέσει τὴν διόρθωσιν τοῦ βιβλίου ,,πεποιῆσθαι· ἡμεῖς δὲ ἀναγκαιοτάτην αἰτίαν ἀποδίδομεν
„τὴν τοῦ ποιητοῦ πρὸς τὰ φαινόμενα συμφωνίαν
λόγον ἔχειν πρὸς τὴν ἐλαχίστην τὸν αὐτόν, ὃν ἔχει τὰ εʹ πρὸς τὰ γʹ. λέγει γὰρ ἐπὶ τοῦ θερινοῦ τροπικοῦ·
ειρημένον εἶναι λόγον τῆς μεγίστης ἡμέρας πρὸς τὴν ἐλαχίστην, ἀλλὰ μᾶλλον ἐν τοῖς περὶ τὸν Ἑλλήσποντον τόποις.
Εὐδόξῳ καὶ περὶ τούτου κατακολουθήσας. εἰ δὲ καὶ ἀφʼ ἑαυτοῦ γέγραφεν, οὐ διασαφήσας, ἐν ποίοις 〈τόποις〉 ἐστὶν ἡ προειρημένη ἔγκλισις τοῦ κόσμου, τάχα ἂν
„πραγματείαν ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις πεποίηται· „παῤ ἐκείνοις γάρ ἐστιν ἡ μακροτάτη ἡμέρα πρὸς τὴν
μένου καὶ γράφοντος, ὅτι τὸ ὑπὲρ γῆν τοῦ τροπικοῦ τμῆμα πρὸς τὸ ὑπὸ γῆν λόγον ἔχει, ὃν 〈ἔχει〉 τὰ ιβʹ πρὸς τὰ ζʹ, ὁμοίως δὲ τούτῳ καὶ τῶν περὶ Φίλιππον ἀναγραφόντων καὶ ἄλλων πλειόνων, πλὴν ὅτι συντε- τάχασι μὲν τὰς συνανατολάς τε καὶ συγκαταδύσεις
τῶν ἄστρων ὡς ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις τετηρημένων, κατὰ δὲ τὸ ἔγκλιμα τῶν τόπων τούτων διημαρτήκασι.
ὁρίζοντα. οὐδὲ γὰρ φιλαλήθους, ἀλλὰ κενοσπούδου, τὸ κατὰ πάντα μαχόμενον τῇ διεψευσμένῃ ὑποθέσει ἐπιλαμβάνεσθαι αὐτῶν, κἂν τύχῃ συμφώνως λεγόμενα
μεγίστη ἡμέρα ὡρῶν ἰσημερινῶν ιδʹ καὶ τριῶν πεμπτη- μορίων, τὸ δὲ ἔξαρμα τοῦ πόλου περὶ μοίρας λζʹ.
Cap. IV.
ἐστι τόπος, ᾧ παράκεινται τρεῖς ἀστέρες, μεθʼ ὧν τὸ σημεῖον τὸ κατὰ τὸν πόλον τετράγωνον ἔγγιστα σχῆμα περιέχει, καθάπερ καὶ Πυθέας φησὶν ὁ Μασσαλιώτης.
ποιεῖσθαι περὶ τὴν κεφαλὴν τῆς Μικρᾶς Ἄρκτου. οἱ γὰρ λαμπρότατοι καὶ ἡγούμενοι τῶν ἐν τῷ πλινθίῳ ταύτης ἀστέρων, ὧν ὁ μὲν βορειότερός ἐστι κατʼ αὐτοὺς ἐπὶ τῆς κεφαλῆς, ὁ δὲ νοτιώτερος ἐπὶ τῶν ἐμπροσθίων ποδῶν, παραλλήλως ἔγγιστα κεῖνται τῇ
οὐρᾷ τοῦ Δράκοντος. ψεῦδος οὖν ἐστι τὸ
„σπείρης ἑκάτερθε φέρεσθαι τὰς Ἄρκτους“· τῆς γὰρ οὐρᾶς ἑκατέρωθέν εἰσι, καὶ οὐ τῆς σπείρας. ἀντεστραμ- μένων γὰρ αὐτῶν καὶ ὡσανεὶ παραλλήλως κειμένων ἡ οὐρὰ τοῦ Δράκοντος μεταξὺ αὐτῶν διὰ μήκους παρα- 15 τέταται· ἡ δὲ σπεῖρα τὴν μὲν Μικρὰν Ἄρκτον περι- λαμβάνει, τῆς δὲ Μεγάλης πολὺ κεχώρισται. διὰ τὴν αὐτὴν δὲ αἰτίαν καὶ τὸ ἀμφί τʼ ἐαγὼς ἡμαρτημένως λέγεται· συνέβαινε γὰρ ἂν τοῦτο, εἰ ἐξ ἑκατέρου
δὲ ἀγνοεῖ περὶ τοῦ Δράκοντος λέγων οὕτως·
ἐστὶ τῇ γλώσσῃ τοῦ Ὄφεως καὶ τῇ ἄκρᾳ οὐρᾷ τῆς
τὰ ἄστρα ἠστέρισται πρὸς τὴν ἡμετέραν θεωρίαν καὶ ὡς ἂν πρὸς ἡμᾶς ἐστραμμένα, εἰ μή τι κατάγραφον
ὑποθέσει. καὶ ἄλλως δὲ πλασματώδης ἐστὶν ἡ ὑπόθεσις καὶ ἡρμοσμένη. καὶ τούτῳ δὲ τῷ ἀγνοήματι βοηθήσει καὶ τῷ περὶ τὸν ἀριστερὸν πόδα τοῦ Ἐνγόνασι, περὶ οὗ προελθόντες ἐροῦμεν.
16 οἱ μὲν περὶ τὸν Eὔδοξον καὶ Ἄρατον συμφώνως ἀπο- φαίνονται τῷ φαινομένῳ, ὁ δὲ Ἄτταλος διαφώνως. ὁ μὲν γὰρ Ἄρατος ἀκολουθῶν τῷ Εὐδόξῳ ἐπὶ τοῦ ἀεὶ φανεροῦ κύκλου φησὶν αὐτὴν φέρεσθαι λέγων οὕτως·
γὰρ ἐν ἄκρῳ τῷ στόματι τοῦ Δράκοντος ἀπέχει 〈ἀπὸ〉 τοῦ πόλου μοίρας λδʹ καὶ τρία πεμπτημόρια, ὁ δὲ νότιος αὐτοῦ ὀφθαλμὸς μοίρας λεʹ, ὁ δὲ νότιος κρόταφος μοίρας λζʹ. ὁ δὲ ἀεὶ φανερὸς κύκλος ἐν τοῖς περὶ Ἀθήνας τόποις καὶ 〈ὅπου〉 ὁ γνώμων ἐπίτριτός ἐστι
τῆς ἰσημερινῆς σκιᾶς, ἀπὸ τοῦ πόλου ἀπέχει περὶ μοίρας λζʹ. δῆλον οὖν ὅτι ἐν τῷ ἀεὶ φανερῷ τμήματι φέρεται ἡ κεφαλὴ τοῦ Δράκοντος, τὸν ἀριστερὸν κρόταφον μόνον ἔχουσα ἐπʼ αὐτοῦ 〈τοῦ κύκλου〉, καὶ οὐχ, ὡς ὁ Ἄτταλός φησι, νοτιωτέρα οὖσα δύνει βραχὺν
χρόνον καὶ ἀνατέλλει.
βούλημα τοῦ ποιητοῦ δοκεῖ μοι τὸ ἡμιστίχιον μετα- 17 τιθέναι γράφων οὕτως· „μέσσου δʼ ἐφύπερθε καρήνου καὶ τὴν κεφαλὴν τοῦ Δράκοντος ἔξω τοῦ κόσμου στρέφων, ἵνα γένηται αὐτὸ τὸ δεξιὸν μέρος τῆς κεφαλῆς κατὰ τὸν πόδα. τά τε γὰρ ἄστρα πάντα εἰς τὸ ἐντὸς τοῦ κόσμου μέρος ἐπεστραμμένα, ὡς ἔφην, ἀστρο-
θετεῖται ὑπὸ πάντων καὶ ὑπʼ αὐτοῦ τοῦ Ἀράτου, καὶ ἐν πᾶσι τοῖς βιβλίοις γράφεται·
καὶ τὴν θέσιν διασαφεῖν βουλόμενος ὁ Ἄρατος εὐλόγως ἂν σημαίνοι καὶ ποῖος αὐτοῦ ποὺς κεῖται ἐπὶ τῆς τοῦ Δράκοντος κεφαλῆς· οὐ γὰρ ἄλλως παρατίθησι τὴν τοῦ Δράκοντος κεφαλήν, ἀλλʼ ἵνα τῇ θέσει τοῦ Ἐνγόνασι παρακολουθῶμεν, ὅπερ καὶ ἐπὶ ἄλλων
τὸ περὶ τὸν πόδα, καὶ οὐχ ἁμάρτημα, δῆλον γίνεται ἐκ τῶν λοιπῶν τῶν λεγομένων ὑφʼ ἑκατέρου περὶ τοῦ Ἐνγόνασι. περὶ μὲν γὰρ τῆς Λύρας ὁ Ἄρατος λέγων
κὰδ δʼ ἔθετο (φησὶν αὐτὴν) προπάροιθεν ἀπευθέος
19
στερᾷ μόνον κνήμῃ βέβηκεν ἀποτεταμένῇ, μεταξὺ κει- μένῃ τοῦ τε μετώπου καὶ τοῦ στήθους τοῦ Εκορπίου· τὸ δὲ δεξιὸν σκέλος ἔχει συνεσταλμένον. οὐδὲ ὁ Εὔδοξος δὲ διασαφεῖ, ὅτι ἐστὶν ὀρθός· τὸν γὰρ δεξιὸν πόδα αὐτοῦ ὑπὲρ τὸ σῶμα κεῖσθαί φησι τοῦ Σκορπίου,
ὡς καὶ ἔχει τῇ ἀληθείᾳ, καὶ οὐκ ἐπὶ τοῦ στήθους.
μεμφέας αὐτὰς εἶναι, ἀλλὰ διὰ τὸ τέσσαρας μόνον εἶναι τοὺς πάντας, οὓς μὴ συμπληροῦν τὴν ὁμοιότητα αὐτῶν· τὸ δὲ „μηδὲν ἀγαυὰς λέγειν αὐτὸν διὰ τὸ
ἀγαυάς“, ἀλλʼ ὡς ἂν μὴ λαμπράς· καὶ γὰρ ἐν ταῖς Συνανατολαῖς οὕτως λέγει περὶ αὐτῶν·
21 ἔχοντα τῶν ἄστρων εἴθισται καλεῖν ὡς ἐπὶ πολὺ „λεπτὰ καὶ ,οὐδὲν ἀγαυά.
Cap. V.
„τὴν κεφαλὴν τῆς Μεγάλης Ἄρκτου οἱ Δίδυμοι κεῖνται, „κατὰ μέσον δὲ ὁ Καρκίνος, ὑπὸ δὲ τοὺς ὀπισθίους „πόδας ὁ Λέων.“ ὁ δὲ Ἄρατος·
κατὰ τὸν ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Δράκοντος, ἀλλʼ ὁ βορειότερος τῶν ἡγουμένων ἐν τῷ πλινθίῳ. ὁ μὲν γὰρ ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Δράκοντος ἐπέχει ὡς κατὰ παράλληλον κύκλον τοῦ Λέοντος μοίρας γʹ, ὁ δὲ εἰρη- μένος ἀστὴρ ἐν τῷ πλινθίῳ ἐπέχει τοῦ Λέοντος μικρῷ
εἷς μόνος προηγεῖται λαμπρὸς ἀστήρ, ὁ νῦν ἐν τοῖς ἐμπροσθίοις σκέλεσι δεικνύμενος. καθόλου τε οἱ ἀρχαῖοι πάντες τὴν Ἄρκτον ἐκ τῶν ἑπτὰ μόνων ἀστέ-
μένως γὰρ ἐπʼ ἐκείνης ἥ τε κεφαλὴ καὶ οἱ πόδες ἐν τοῖς τέσσαρσιν ὑπʼ αὐτῶν τίθενται τοῖς τὸ πλινθίον περιέχουσιν· ἄλλοι γὰρ αὐτοῖς ἐκφανεῖς οὐ παράκεινται, καθάπερ τῷ μεγάλῳ πλινθίῳ, ὥστε συσχηματίσαι τὴν κεφαλὴν αὐτῆς καὶ τοὺς πόδας περιλαμβανομένους ὑπὸ
τῆς σπείρας τοῦ Δράκοντος, ὥς φησι·
εἴπερ ἥ τε κεφαλὴ καὶ οἱ ἐμπρόσθιοι πόδες αὐτῆς κατὰ
ὡς τῶν τροπικῶν καὶ ἰσημερινῶν σημείων ἐν ταῖς ἀρχαῖς τῶν ζῳδίων ὑπαρχόντων. εἰ μέντοι γε τὰ εἰρημένα 〈σημεῖα〉 κατὰ μέσα τὰ ζῴδια κεῖται, ὡς Εὔδοξός φησιν, ὑπὸ μὲν τοὺς ὀπισθίους πόδας τῆς Ἄρκτου οὐ τὸν Λέοντα ἔδει τιθέναι, ἀλλὰ τὴν Παρθένον. ὁ μὲν
γὰρ νοτιώτερος τῶν ἑπομένων ἐν τῷ πλινθίῳ ἐπέχει κατὰ τὴν προειρημένην διαίρεσιν τοῦ ζῳδιακοῦ τῆς Παρθένου περὶ μοίρας ιʹ, ὁ δὲ βορειότερος τῆς Παρθένου
ἡγούμενοι τῶν ἐν τῷ πλινθίῳ ἐφέξουσι κατὰ τὴν
ὁ γὰρ ἐν ἄκρᾳ τῇ οὐρᾷ τῆς Ἄρκτου ἐπέχει κατὰ τὴν αὐτὴν διαίρεσιν τοῦ ζῳδιακοῦ Χηλῶν περὶ μοίρας ιθʹ.
αὐτὸν ἅμα τῷ Κριῷ ἀνατέλλει. ἐπὶ πάντων γὰρ τῶν ἄστρων ἐν ταῖς Συνανατολαῖς οὕτως σημαίνει, οἷον τῆς ἀρχῆς τοῦ ζῳδίου ἐπὶ τῆς ἀνατολῆς οὔσης, τίνα
ἡ δεξιὰ χείρ. πρόδηλον οὖν ὅτι καὶ κατʼ αὐτὸν τὸν Ἄρατον τὰ πρὸς τοῖς ποσὶ μόνον τῷ Ταύρῳ συνανατέλλει, τὸ δὲ λοιπὸν σῶμα καὶ αὐτὸς ὁ ἀριστερὸς ποὺς τὸ
τειλάντων μερῶν τοῦ Ἡνιόχου πρότερος καταδύνει ὁ Ταῦρος. ψεῦδος γάρ ἐστι καὶ τοῦτο· τὰ γὰρ πρὸς τοῖς ποσὶν αὐτοῦ μέρη οὐχ οἷον ὑστερεῖ τοῦ Ταύρου, ἀλλὰ καὶ προκαταδύνει. ἐγγίων γοῦν ὁ ἐν τῷ δεξιῷ ποδὶ τοῦ Ἡνιόχου τῇ κζʹ μοίρᾳ τοῦ Ταύρου συγκατα-
25
Κασσιεπείας·
γοῦν τὰ περὶ τοῦ Κριοῦ εἰπὼν ἐπιφέρει τὰ περὶ τοὺς Ιχθύας καί φησιν·
26
Cap. VI.
μένως περὶ τῆς κεφαλῆς τῆς Μεγάλης Ἄρκτου ἐν μὲν τῷ ἑνὶ συντάγματι, ὃ ἐπιγράφεται „Φαινόμενα“, τὸν
γὰρ κατὰ τὴν Κασσιέπειαν καὶ τὸν Περσέα κεῖται ἡ κεφαλὴ τῆς Μεγάλης Ἄρκτου, οὔτε μικρὸν αὐτῶν ἀπέχει· ἡ μὲν γὰρ Κασσιέπειά ἐστι κατὰ τὸ τῶν Ιχθύων δωδεκατημόριον, ὁ δὲ Περσεὺς κατὰ τὸν Κριόν, ἡ δὲ κατὰ τὸν Εὔδοξον κεφαλὴ τῆς Μεγάλης
ζῳδιακὸν κύκλον, κατὰ τὴν γʹ μοῖραν τοῦ Κριοῦ.
ἀστέρων καὶ ἐκ τοῦ παρακειμένου αὐτῷ ἀπʼ ἄρκτου
αὐτῶν]· καλῶς δέ ἐστιν ἐκφανὴς καὶ ὁ ἐν τοῖς ἐμπρο- σθίοις αὐτοῦ ποσὶ κείμενος.
„διατετυπωμένον, οὔτε λαμπροὺς ἀστέρας ἔχοντα, δυνα- μένους ἂν καὶ ἐν σελήνῃ λαμπρῶς θεωρεῖσθαι, διά „τε τῶν παρακειμένων ἄστρων πειρᾶται τὴν θέσιν „αὐτοῦ διασαφεῖν καὶ διὰ τῶν τὸν αὐτὸν αὐτῷ κύκλον
ἀστέρας, τοὺς ἐν τῇ κεφαλῇ, ὡς ἔφαμεν, καὶ τὸν ἐν τοῖς ἐμπροσθίοις ποσί, καὶ ἀπεκδέχεσθαί μοι δοκεῖ, ὑπολαμβάνων διασαφεῖν αὐτὸν τὴν θέσιν τοῦ Κριοῦ φανερὰν ἔσεσθαι διὰ τῶν τὸν αὐτὸν κύκλον τῷ Κριῷ φερομένων. καὶ 〈γὰρ οὐ〉 τούτου χάριν ἐπισημαίνεται,
ἀλλὰ τὸ παρεπόμενον τῷ Κριῷ διασαφῶν ἐπιφέρει οὕτως·
Περσέως·
30 τὸ „ἄγχι“ ἀντὶ τοῦ „ἐγγύς“, ἀλλʼ ἀντὶ τοῦ „ἐγγυτάτω“· „βούλεται γὰρ λέγειν“, φησίν, „ἐγγυτάτω τῶν Πλει- „άδων κεῖσθαι τὸ ἀριστερὸν γόνυ παρὰ τοὺς λοιποὺς
τῇ ἀριστερᾷ κνήμῃ πολλῷ ἐγγίονές εἰσι τῶν Πλει- άδων ἤπερ τὸ ἀριστερὸν γόνυ.
τοῦτο τὸ διάπτωμα ὡς εὖ εἰρηκότος αὐτοῦ.
Cap. VII.
„ἐν τούτοις ὁ ποιητής· τὸ δὲ περὶ τοῦ Κηφέως ὁμολογου- „μένως ἠγνόηκε, φήσας αὐτὸν δύεσθαι κατὰ τὸν καιρὸν „τοῦτον· οὐ γὰρ δύσιν, ἀλλʼ ἐκ τῶν ἐναντίων ἀνατολὴν
„ἄρχεσθαι, καθʼ ὃν καιρὸν αἱ Χηλαί, πρὸς τῇ ἀνατολῇ „οὖσαι, μέλλουσιν ἀναφέρεσθαι, πάντα δʼ αὐτοῦ δεδυ- „κέναι τὰ μέρη τὰ δυνάμενα δύεσθαι, ὅταν ὁ Σκορπίος „πρὸς τῇ ἀνατολῇ γένηται.“
δὲ τούτων καὶ ῥητῶς ἐν τοῖς ἐξῆς φησιν οὕτως· „ὁμολογουμένως δὴ κατὰ τοῦτον τὸν καιρὸν πάντων „αὐτοῦ τῶν ἐκτὸς τοῦ ἀρκτικοῦ κύκλου κειμένων μερῶν δεδυκότων, ἤδη μὲν φανερόν ἐστιν, ὅτι τοῦ Τοξότου „πρὸς τῇ ἀνατολῇ ὄντος οὐ ποιεῖται τὴν ἀρχὴν τῆς
„δύσεως, 〈ἀλλʼ ἐκ τῶν ἐναντίων τῆς ἀνατολῆς〉
ψευδές. ὅτι δὲ Ἀρατος τὰ εἰρημένα σημεῖα οὐ πρὸς τὴν τοῦ Τοξότου ἀνατολὴν τίθησιν, ἀλλὰ κατʼ αὐτὴν τὴν τοῦ Σκορπίου ἀνατολήν, φανερὸν ποιεῖ αὐτὸς ὁ
ἐκείνου σημεῖα ἡμῖν ἐκτίθεται, ἃ δεῖ πάντως αἰσθητὰ εἶναι, εἰ μέλλει σημεῖα ἔσεσθαι. πρὸ τῆς ἀνατολῆς 33 οὖν τοῦ ἡλίου, ἔτι τῆς νυκτὸς ἐνεστηκυίας καὶ βλεπο- μένων τῶν ἀστέρων, „ημεῖόν φησιν „ἔστω Σκορπίος
γίνεται καὶ ἐκ τοῦ αὐτὸν τὸν Ἄρατον ἐπὶ μὲν τῆς Ἄρκτου λέγειν· „τῆμος καὶ κεφαλὴ Κυνοσουρίδος ἀκρόθι νυκτός“, ὡς ἂν περὶ τὰ ἔσχατα τῆς νυκτός· ἐπὶ δὲ τοῦ Ὠρίωνος· „ὁ δὲ δύεται ἠῶθι πρό·“ ὅπερ ἐστὶ πρὸ τῆς ἠοῦς, καὶ οὐ, μὰ Δία, [πρὸ] τοῦ ἡλίου
ἤδη ἀνατέλλοντος ἐν τῇ ἀρχῇ τοῦ Τοξότου.
δύναται ὁ Ἄρατος „μετρίως λέγειν, ὥς φησιν ὁ Ἄτταλος, τούτου ἀνατέλλοντος „ὕψι μάλα τροχάειν
Μικρᾶς Ἄρκτου ἐπέχει κατὰ τὸν παράλληλον τῷ ἰσημερινῷ κύκλον τὴν τελευτὴν τοῦ Σκορπίου· ταύτης δὲ 〈ἐπὶ τοῦ παραλλήλου〉 μεσουρανούσης, ἐν τῷ ζῳδιακῷ μεσουρανεῖ ἡ γ΄ μοῖρα τοῦ Τοξότου, ἧς μεσουρανούσης ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις καὶ
ὅπου ἐστὶν ἡ μεγίστη ἡμέρα ὡρῶν ἰσημερινῶν ιδ΄ ??,
πλείοσιν ἢ τρισὶ ζῳδίοις διαφωνεῖ πρὸς τὸ φαινόμενον, φανερὸν ἐκ τῶν εἰρημένων.
δύνει.
φανεροῦ κύκλου ἀνατελλούσης τῆς η' μοίρας τῶν Χηλῶν, λήγει δὲ δύνοντα 〈ἀνατελλούσης〉 τῆς ιγʹ 35 μοίρας τῶν Χηλῶν. φανερὸν τοίνυν ὅτι τοῦ Σκορπίου ἀνατέλλοντος δεδυκέναι δεῖ τὰ δύνοντα μέρη τοῦ
καὶ ὑπολαβὼν τὸν Ἀρατον λέγειν, τοῦ Τοξότου ἀνα- τέλλοντος τόν τε Ὠρίωνα καὶ τὸν Κηφέα δύνειν.
ζώνης δύνει ὁ Κηφεύς, ἀλλʼ οὐδὲ ἕως τῶν ὤμων. οἱ γὰρ ἐν τῇ κεφαλῇ αὐτοῦ κείμενοι ἀστέρες μόνον δύνουσιν· οἱ δὲ μοι ἐν τῷ ἀεὶ φανερῷ τμήματι φέρονται, οὔτε δύνοντες, οὔτε ἀνατέλλοντες· ὁ μὲν γὰρ ἐν τῷ δεξιῷ ὤμῳ λαμπρὸς ἀστὴρ ἀπέχει ἀπὸ τοῦ
πόλου μοίρας λε' Ϟ”, ὁ δὲ ἐν τῷ ἀριστερῷ ὤμῳ λαμπρὸς
κύκλου οἱ ἐν τοῖς ὤμοις κείμενοι τοῦ Κηφέως λαμπροὶ ἀστέρες ἤ, ὥς τινές 〈φασιν〉, ἐν ταῖς χερσὶ τοῦ Κηφέως, 36 ὡς ἂν διωργυιωμένου αὐτοῦ τῶν ὥμων αὐτῶν ἀν-
Cap. VIII.
ὁ Ποταμὸς ἕως μὲν τοῦ Κήτους πρὸς δύσιν καθήκει, μετὰ δὲ ταῦτα ἐπιστρέψας πρὸς ἀνατολὰς πάλιν ἐπι-
τοῦ Ὠρίωνος· μεταξὺ δὲ τοῦ Ποταμοῦ καὶ τοῦ πηδα- „λίου τῆς Ἀργοῦς, ὑπὸ τὸν Λαγωόν, τόπος ἐστὶν οὐ
„ἀμαυροὺς ἀστέρας ἔχων, ἐστὶν οὐρανὸς οὐ μέγας.“
„γὰρ δηλῶσαι, διότι οἱ μεταξὺ τοῦ Κήτους καὶ τοῦ Πηδαλίου τεταγμένοι ὑποκάτω τοῦ Λαγωοῦ ἐν οὐδενὶ
,,οὕτως κατωνόμασεν αὐτά.“
χέναι, ὁ μέντοι γε Ἄρατος κεκρατημένως ἀποδεδωκέναι.
θῆναι ζῷα ἢ κατασκεύασμά τι, οἷά ἐστι τὰ λοιπὰ ἄστρα,
ἔδοξεν αὐτῷ τοὺς παρακειμένους πως ἀλλήλοις ἀστέρας καὶ ὁμηγερέας τῷ ὀνόματι διαπλάσαι καὶ ὀνοματο- ποιῆσαι.
βάνων, ὅσον ἀπέχει ὁ Ἀρκτοῦρος ἀπὸ τοῦ ἀεὶ φανεροῦ πόλου, τοσοῦτον ἀπέχειν καὶ τὸ Θυμιατήριον ἀπὸ τοῦ
δὲ τοῦ Θυμιατηρίου ποιούμενος τὸν λόγον φησὶν ,,αὐτὸ κεῖσθαι πρὸς τὸν ἀφανῆ πόλον οὕτως ἔχον, ὡς ,,ἀστὴρ ὁ καλούμενος Ἀρκτοῦρος πρὸς τὸν φανερὸν „κεῖται πόλον. διό φησι τοῦ Θυμιατηρίου τὴν ὑπὲρ „γῆς φορὰν βραχεῖαν εἶναι, τοῦ δὲ Ἀρκτούρου πολλήν.“
τεροι· ἔπειτα ἐὰν τοῦτο παραπέμψαντες ποιώμεθα τὴν σύγκρισιν πρὸς τὸν μέσον μάλιστα τῶν ἐν τῷ Θυμιατηρίῳ, οὐδʼ οὕτως ἐστὶν ὑγιὲς τὸ λεγόμενον· ὁ μὲν γὰρ Ἀρκτοῦρος ἀπὸ τοῦ βορείου πόλου ἀπέχει μοίρας νθʹ, ὁ δὲ ἐν μέσῳ τῷ Θυμιατηρίῳ λαμπρὸς
σφόνδυλος ἀπέχει ἀπὸ τοῦ νοτίου πόλου μοίρας νθ΄, ὅσας καὶ ὁ Ἀρκτοῦρος ἀπὸ τοῦ βορείου πόλου· οἱ δὲ λοιποὶ ἔλασσον τούτου ἀπέχουσι, καὶ ὁ νοτιώτατος αὐτῶν ἀπέχει μοίρας νβʹ γʹʹ.
ἐπὰν συμφανὲς γένηται ἀπʼ ἄρκτου ,,νεφέλῃ πεπιεσ- μένον“, τότε δεῖ νότον προσδέχεσθαι, ἐπιφέρει ἑξῆς περὶ τοῦ Κενταύρου τὸν τρόπον τοῦτον·
αὐτὸ τῷ ἀπὸ ἑσπερίης, ὃ δὴ γίνεται μεσουρανοῦντος αὐτοῦ, κἂν ἐπιγένηται τὰ ὅμοια σημεῖα τοῖς ἐπὶ τοῦ Θυτηρίου, τότε εὖρον, ἀλλʼ οὐ νότον δεῖ προσδέχεσθαι.
ὅλος γὰρ σχεδὸν ὑπὸ τῇ Παρθένῳ κεῖται, πλὴν ὅσον ὁ δεξιὸς ὦμος καὶ ἡ δεξιὰ χεὶρ καὶ τὰ ἐμπρόσθια
ἐπέχει Χηλῶν μοίρας δʹ, ὁ δὲ νοτιώτερος τῶν ἐν τοῖς ὀπισθίοις σκέλεσιν ἐπέχει Παρθένου περὶ μοίρας ιγʹ. πῶς οὖν δυνατὸν τὰ μὲν ὅμοια τῷ ἀνθρώπῳ μέρη τοῦ Κενταύρου ὑπὸ τῷ Σκορπίῳ κεῖσθαι, τὰ δὲ ἱππούραια ὑπὸ ταῖς Χηλαῖς; παραπέμπει δὲ καὶ τοῦτο ὁ Ἄτταλος,
ὡς εὖ εἰρηκότος αὐτοῦ.
Cap. IX.
„τὸν ἥλιον τὰς τροπὰς μὴ ἀεὶ ἐπὶ τοῦ αὐτοῦ κύκλου ,,πτοιεῖσθαι, ἀλλὰ ποτὲ μὲν νοτιώτερον, ποτὲ δὲ βορειό-
,,ποιούμενος, ἀδηλοτέραν δὲ πολλῷ καὶ παντελῶς „ὀλίγην.“
44 τοὺς κύκλους πλατεῖς ὑποτίθεσθαι. εἰ γὰρ μὴ τὸν διὰ μέσων τῶν ζῳδίων φέρεται κύκλον ὁ ἥλιος, ἀλλὰ παραλλάσσει τοῦτον πρὸς ἄρκτους καὶ πρὸς μεσημβρίαν, ὡς καὶ ἡ σελήνη, δῆλον ὅτι καὶ ἡ ἀπὸ τῆς γῆς σκιὰ
τὰς τῆς σελήνης ἐκλείψεις πολὺ διαφωνεῖν πρὸς τὰς συντασσομένας ὑπὸ τῶν ἀστρολόγων προρρήσεις, ὑποτιθεμένων γε δὴ αὐτῶν ἐν ταῖς πραγματείαις τὸ μέσον τῆς σκιᾶς φέρεσθαι ἐπὶ τοῦ διὰ μέσων τῶν ζῳδίων κύκλου· οὐ διαφωνοῦσι δὲ πλέον ἢ δακτύλοις
δυσί, σπανίως δὲ σφόδρα ποτὲ πρὸς τὰς χαριέστατα
κίνησιν ἢ παρὰ τὴν τῆς σελήνης τὰ μεγέθη τῶν τῆς
τικοὺς ἅπαντας τοὺς εἰρημένους 〈κύκλους〉 ἀπλατεῖς ὑποτίθεσθαι, τούς τροπικοὺς καὶ τὸν ἰσημερινὸν καὶ τὸν ἀεὶ φανερὸν καὶ τὸν ἀεὶ ἀφανῆ. οὐδὲ γὰρ ἐπινοῆσαι δυνατόν ἐστι τούτους πλάτος ἔχοντας· τὸ γὰρ ἴδιον ἑκάστου περινοητικὴν καὶ ἀπλατῆ γραμμὴν ἔχον
αὐτοῦ, τά τε γνωμονικὰ θεωρήματα πάντες γράφουσιν ἀπλατεῖς πάντας τοὺς κύκλους ὑποτιθέμενοι, ὡς ἂν τῶν μὲν ὑπὸ τοῦ κέντρου τοῦ ἡλίου γραφομένων, τῶν δὲ ὑπὸ τῆς ἡμετέρας ὄψεως.
ἀπλατεῖς αὐτοὺς νοεῖ ὑπάρχοντας, μάθοι ἄν τις ἔκ τε τοῦ περὶ τοῦ ἰσημερινοῦ λέγειν·
τε τῷ ἔαρι καὶ τῷ φθινοπώρῳ, ἀλλὰ καὶ πλείονας, εἰ
τῶν ζῳδίων φερομένου· ἐπὶ γὰρ τοῦ πλάτος ἔχοντος
ζῳδιακοῦ· ἔλασσον γὰρ ἢ τῷ ια΄ μέρει λείπονται αὐτῶν.
Cap. X.
ἰσημερινοῦ βορειότερός ἐστι μοίραις ὡς ἔγγιστα κδ΄, τῶν δὲ Διδύμων ἡ μὲν ἑπομένη κεφαλὴ βορειοτέρα ἐστὶ τοῦ ἰσημερινοῦ μοίραις λ΄, ἡ δὲ ἡγουμένη μοίραις 48 λγʹ Ϟʹʹ· ὥστε τὴν μὲν πέμπτῳ μέρει ἑνὸς ζῳδίου βορειοτέραν εἶναι τοῦ θερινοῦ τροπικοῦ, τὴν δὲ τρίτῳ
πόδες αὐτοῦ κεῖνται· ὁ μὲν γὰρ ἐπὶ τοῦ ἀριστεροῦ βορειότερός ἐστι τοῦ ἰσημερινοῦ μοίραις κζʹ, ὁ δὲ ἐπὶ τοῦ
εἶναι ἐπὶ τοῦ δεξιοῦ ποδός, κἀκεῖνος λέγει ἐν τούτοις·
πικοῦ ἄρα βορειότερός ἐστι μοίραις ιϚʹ, ὅ ἐστι πλεῖον ἥμισυ μέρος ζῳδίου. πολλῷ ἄρα μᾶλλον ὁ ἀριστερὸς ὦμος βορειότερός ἐστι τοῦ θερινοῦ τροπικοῦ· κεῖται γὰρ ὁ Περσεύς τῇ θέσει, ὥστε τὰ μὲν πρὸς τῇ κεφαλῇ μέρη εἶναι αὐτοῦ πρὸς ἄρκτους, τούς δὲ πόδας πρὸς
μεσημβρίαν, μικρὸν πρὸς ἀνατολὰς τῆς κεφαλῆς ἀπο- κλινούσης.
τοῦ ἰσημερινοῦ πλεῖον μοίραις λʹ. τῶν δὲ ἐν τῇ δεξιᾶ χειρὶ τριῶν ὁ πρὸς μεσημβρίαν βορειότερός ἐστι τοῦ ἰσημερινοῦ μοίραις λβʹ. δῆλον οὖν ἐκ τούτων, ὅτι ὁ ἀγκὼν βορειότερός ἐστιν ἱκανῶς τοῦ τροπικοῦ, καὶ οὐ νοτιώτερος, ὡς Ἀρατός φησιν.
μένων οὕτως·
τῇ 〈ἀριστερᾷ〉 πτέρυγι βορειότερός ἐστι τοῦ ἰσημερινοῦ
50 οὖν ὅτι οὔτε ἡ κεφαλὴ τοῦ Ὄρνιθος οὔτε ὁ τράχηλος δύναται ἐπὶ τοῦ θερινοῦ τροπικοῦ κεῖσθαι κύκλου.
μοίραις ἔγγιστα ζʹ, ὁ δὲ ἀριστερὸς ὡς ἔγγιστα μοίραις ιεʹ.
ρων τῶν περὶ τὸ Νεφέλιον κειμένων τεσσάρων ὁ μὲν 〈νοτιώτερος τῶν ἀπὸ δύσεως〉 νοτιώτερός ἐστι τοῦ τροπικοῦ οὐκ ἔλασσον ἢ μοίρᾳ αʹ, ὁ δὲ βορειότερος αὐτῶν βορειότερός ἐστι τοῦ θερινοῦ τροπικοῦ 〈οὐκ〉 ἔλασσον ἢ μοίρᾳ αʹ. τῶν δʼ ἀπʼ ἀνατολῆς περὶ τὸ
Νεφέλιον κειμένων δύο ἀστέρων ὁ μὲν νοτιώτερος ἐπʼ αὐτοῦ σχεδὸν κεῖται τοῦ τροπικοῦ, ὁ δὲ βορειότερος [καὶ] πρὸς [τὰς] ἄρκτους αὐτοῦ ἀπέχει μοίρας ὡς ἔγγιστα βʹ Ϟʹʹ. δῆλον οὖν ὅτι καὶ τὸ περὶ τὸν Καρ- κίνον συμφώνως ἔγγιστα ἀποδέδωκε τοῖς φαινομένοις.
πικοῦ μοίραις ὡς ἔγγιστα ζʹ. τοῦ δὲ Ὄρνιθος ὁ Εὔδοξός φησι τὸν αὐχένα καὶ τὴν ἀριστερὰν πτέρυγα κεῖσθαι ἐπὶ τοῦ τροπικοῦ, τῆς δὲ Ἀνδρομέδας τὴν δεξιὰν χεῖρα. 52
φαινομένῳ.
οἱ μέντοι γε ἐν τῷ κέντρῳ τοῦ Σκορπίου νοτιώτεροί εἰσι τοῦ χειμερινοῦ τροπικοῦ πλέον ἢ μοίραις ηʹ, μᾶλλον οὖν τὰ μέσα τοῦ Σκορπίου ἐπὶ τοῦ χειμερινοῦ τροπικοῦ κεῖται κύκλου.
φαίνεται. τοῦ δὲ Ποταμοῦ τὴν καμπήν φησι κεῖσθαι ἐπὶ τοῦ τροπικοῦ καὶ τοῦ Κυνὸς τοὺς πόδας καὶ τὴν οὐράν. κεῖσθαι δʼ ἐπʼ αὐτοῦ φησι καὶ τὸ Θηρίον, ὃ ἔχει ὁ Κένταυρος. ἀγνοεῖ δὲ κατὰ τοῦτο· πολλῷ γὰρ νοτιώτερόν ἐστι τὸ Θηρίον τοῦ χειμερινοῦ τροπικοῦ.
ὀπισθίοις ποσὶν αὐτοῦ κείμενος ἀστὴρ ἐπʼ αὐτοῦ τοῦ ἰσημερινοῦ φέρεται.
Ὀφιούχου νοτιώτερά ἐστι τοῦ ἰσημερινοῦ, τὸ μὲν ἀρι- στερὸν μοίραις γʹ Ϟʹʹ, τὸ δὲ δεξιὸν πλεῖον ἢ μοίραις ιʹ.
τε ἐπὶ τῆς ὀσφύος τοῦ Ἵππου βορειότερός ἐστι τοῦ ἰσημερινοῦ πλεῖον ἢ μοίραις γʹ Ϟʹʹ. ὅ γε μὴν βορειό- τερος τῶν Ἰχθύων βορειότερός ἐστι τοῦ ἰσημερινοῦ ἔγγιστα μοίραις ιʹ.
ἀστέρων τὸν μὲν κατὰ μέρος λόγον παραπέμπει, γράφει δὲ ταῦτα· „ἐν οἷς δὲ διασαφεῖ, διὰ τίνων ἀστέρων „ἕκαστος τῶν τριῶν παραλλήλων διήκει, ὅτι παρα- ,,πέμπει ὁλοσχερῶς, οὐ δυναμένων διέρχεσθαι τῶν „κύκλων διʼ ὧν φησιν ἀστέρων αὐτοὺς διήκειν, διὰ
„τὸ παρηκολουθηκέναι σε διὰ τῆς διόπτρας ἐπεσκεμ-
διὰ τῶν λεγομένων ἀστέρων γραφῆναι ἢ τὸν ἰσημερινὸν ἢ παράλληλόν τινα τούτῳ κύκλον.
Cap. XI.
Στεφάνου, καὶ τὴν κεφαλὴν τοῦ διὰ τῶν Ἄρκτων Ὄφεως, τῆς δὲ Λύρας καὶ τῆς δεξιᾶς πτέρυγος τοῦ Ὄρνιθος τὰ ἄνωθεν, τοῦ δὲ Κηφέως τὸ στῆθος, τῆς δὲ Κασσιεπείας τὰ ἄνωθεν· εἶτα ὑπὸ τοὺς ἐμπροσθίους πόδας τῆς Μεγάλης Ἄρκτου 〈μεταξὺ τῆς Ἄρκτου〉 καὶ
τοῦ Λέοντος ἄχρι πρὸς τὸν ὦμον τοῦ Ἀρκτοφύλακος 〈φέρεσθαι αὐτόν.〉
βορείου πόλου ἀπέχει μοίρας μα΄ δ΄΄ ὁ δὲ ἀεὶ φανερὸς κύκλος ἀπέχει μοίρας λζ΄. „τὰ δὲ ἄνωθεν τοῦ Στε- φάνου καὶ τῆς Λύρας ὁλοσχερέστερον εἴρηται· οὐ γὰρ συνεγγίζει ταῦτα τῷ ἀεὶ φανερῷ κύκλῳ, ἀλλʼ ἑκάτερον αὐτῶν πολλῷ νοτιώτερόν ἐστιν· ὁ μὲν γὰρ
βορειότερος τῶν ἐν τῇ Λύρᾳ ἀπέχει ἀπὸ τοῦ βορείου
ἐν τῇ Κασσιεπείᾳ, ὅς ἐστιν ἐν τοῖς ποσίν, ἀπέχει ἀπὸ
εὐλόγως οὖν φησι τὸν ἀεὶ φανερὸν „φέρεσθαι μεταξὺ τῆς Ἄρκτου καὶ τοῦ Λέοντος“.
„τῆς Ἀργοῦς τὸ ἔδαφος καὶ τὸ πηδάλιον· εἶτα τὸ Θηρίον „καὶ τὸ Θυμιατήριον· ἔτι δὲ τοῦ Τοξότου τὰ ὀπίσθια ,,σκέλη. ὁ δὲ ἐξ Αἰγύπτου ὁρώμενος ἀστήρ ἐστιν ἐν αὐτῷ.“
οὐκ ὀρθῶς λέγεται ἐν αὐτῷ τῷ ἀφανεῖ κύκλῳ φέρεσθαι· ἔστι γὰρ οὗτος ὁ νοτιώτερος τῶν ἐν τῷ Πηδαλίῳ καὶ λαμπρός. ἀπέχει δὲ οὗτος ἀπὸ τοῦ 〈νοτίου〉 πόλου
ἐν Ῥόδῳ περὶ μοίρας λϚ΄. δῆλον οὖν ὅτι ὁ ἀστὴρ οὗτος βορειότερός ἐστι τοῦ ἐν τῇ Ἑλλάδι ἀφανοῦς κύκλου καὶ δύναται ὑπὲρ γῆς φερόμενος βλέπεσθαι. καὶ δὴ καὶ θεωρεῖται ἐν τοῖς περὶ τὴν Ῥόδον τόποις.
διὰ τῆς καμπῆς τοῦ Ὄφεως, καὶ παρὰ τὴν οὐρὰν τῆς Μικρᾶς Ἄρκτου.
δωδεκατημορίῳ κεῖνται. πῶς οὖν δυνατὸν τὸ μέσον
προειρημένου κύκλου καὶ οὐ διὰ μέσου τέμνεται ὑπʼ αὐτοῦ· ὁ γὰρ ἡγούμενος ἐν αὐτῷ ἀστὴρ ἐπέχει τοῦ Αἰγόκερω μοῖραν α΄· οὐκ ἄρα δυνατὸν διχοτομεῖσθαι
οὐκ ἄρα δυνατὸν οὔτε τὸν αὐχένα τοῦ Ὄρνιθος οὔτε τὴν δεξιὰν πτέρυγα αὐτοῦ ἐπὶ τοῦ εἰρημένου κύκλου
τοῦ Ὑδροχόου ἐπέχουσι πλεῖον ἢ μοίρας ι΄, ὁ δὲ ἐν τῇ ἀριστερᾷ χειρὶ λαμπρὸς ἀστήρ, ὃν ἐν τῷ ὤμῳ τινὲς τιθέασι, τοῦ Ὑδροχόου ἐπέχει μοίρας κε΄· παρὰ μικρὸν οὖν δύο ζῴδια παραλλάσσει. περὶ μέντοι τῆς καμπῆς τοῦ Ὄφεως καὶ τῆς οὐρᾶς τῆς Μικρᾶς Ἄρκτου ὀρθῶς
ἀπεφήνατο.
τὰ ἐμπρόσθια γόνατα· μετὰ δὲ τὸν ἀφανῆ πόλον 〈τὴν〉 καμπήν τε τοῦ Ποταμοῦ καὶ 〈τοῦ〉 Κήτους τὴν κεφαλὴν καὶ τοῦ Κριοῦ τὰ νῶτα κατὰ πλάτος καὶ τοῦ Περσέως τὴν κεφαλὴν καὶ τὴν δεξιὰν χεῖρα.
λείπεται τοῦ εἰρημένου κύκλου ὡς ἥμισυ μέρος ζῳδίου καὶ οὐκ ἐπʼ αὐτοῦ φέρεται τοῦ διὰ τῶν ἰσημερινῶν σημείων κύκλου, ὡς Εὔδοξός φησιν· ὁ γὰρ ἡγούμενος 59 τῶν ἐν αὐτῇ ἐπέχει Χηλῶν πλεῖον ἢ μοίρας ιγ΄.
περὶ μοίρας κδ΄ Ϟ″ δ″, ὁ δὲ ἐν τῇ ζώνῃ λαμπρὸς
τοῦ προειρημένου κύκλου, οὐ πολὺ δέ ὁ γὰρ Σύν- δεσμος τῶν Ἰχθύων, ὃς κεῖται κατὰ τὴν κεφαλὴν τοῦ Κήτους ἐπὶ τῆς λοφίας αὐτοῦ, ἐπέχει Κριοῦ μοίρας
τρίτον μέρος ζῳδίου· ὁ γὰρ ἐν μέσῳ τῷ νώτῳ αὐτοῦ κείμενος ἀστὴρ ἐπέχει Κριοῦ μοίρας ια΄ Ϟ″. ὁμοίως δὲ καὶ τοῦ Περσέως ἥ τε δεξιὰ χεὶρ καὶ ἡ κεφαλὴ ὑπολεί- πονται τοῦ εἰρημένου κύκλου περὶ τρίτον μέρος ζῳδίου.
In Arati et Eudoxi phaenomena commentariorum libri iii. Hipparchus. ed. Karl Manitius. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.