Cap. VI.Περὶ ἡμέρας καὶ νυκτός.
ἠπύει εἰσελάων, ὁ δέ τ’ ἐξελάων ὑπακούει.
ἔνθα κ’ ἄϋπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς,
τὸν μὲν βουκολέων, τὸν δ’ἄργυφα μῆλα νομεύων·
ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.
ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτ’ αὐτοὺς
ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν,
οὐδ’ ὁπόταν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα,
οὐθ’ ὅταν ἂψ ἐπὶ γαῖαν ἀπ’ οὐρανόθεν προτράπηται,
ἀλλ’ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.
Elementa astronomia. Geminus. ed. Charles Manitius. Leipzig. 1898.
Funding provided by Center for Hellenic Studies.