Ὤφειλε δ᾿, εἴπερ ἔστ᾿ ἐν οὐρανῷ
Ζεύς, μὴ τὸν αὐτὸν δυστυχῆ καθιστάναι.
Ὁρᾷς τὸν ὑψοῦ τόνδ᾿ ἄπειρον αἰθέρα
Καὶ γῆν πέριξ ἔχονθ᾿ ὑγραῖς ἐν ἀγκάλαις;
Τοῦτον νόμιζε Ζῆνα, τόνδ᾿ ἡγοῦ θεόν.
Εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστιν θεός,
Ὃς οὐρανόν τ᾿ ἔτευξε καὶ γαῖαν μακράν, πρὸς τὴν τοῦ θεοῦ φύσιν τοῦ κάλλους τὰ ἐκείνου πληρουμένην ἑκάτερα, καὶ ποῦ δεῖ εἶναι τὸν θεὸν καὶ ὅτι ἕνα δεῖ εἷναι, διδάσκων.
Legatio sive Supplicatio pro Christianis. Athenagoras. ed. Francis Andrew March, ed. William Baxter Owen. New York. 1876.