Ὤφειλε δ᾿, εἴπερ ἔστ᾿ ἐν οὐρανῷ
Ζεύς, μὴ τὸν αὐτὸν δυστυχῆ καθιστάναι. Επὶ δὲ τοῦ κατ᾿ ἐπιστήμην νοητοῦ ὡς ἔχει νοῦς δογματίζων·
Ὁρᾷς τὸν ὑψοῦ τόνδ᾿ ἄπειρον αἰθέρα
Καὶ γῆν πέριξ ἔχονθ᾿ ὑγραῖς ἐν ἀγκάλαις;
Τοῦτον νόμιζε Ζῆνα, τόνδ᾿ ἡγοῦ θεόν. 6.A Τῶν μὲν γὰρ οὔτε τὰς οὐσίας, αἷς ἐπικατηγορεῖσθαι τὸ ὄνομα συμβέβηκεν, ὑποκειμένας ἑώρα (Ζῆνα γάρ, ὅστις ἐστὶ Ζεύς, οὐκ οἶδα πλὴν λόγῳ) οὔτε τὰ ὀνόματα καθ᾿ ὑποκειμένων κατηγορεῖσθαι πραγμάτων. (Ὧν γὰρ αἱ οὐσίαι οὐχ ὑπόκεινται, τί πλέον αὐτοῖς τῶν ὀνομάτων;) Τὸν δὲ ἀπὸ τῶν ἔργων, ὄψει τῶν ἀδήλων νοῶν τὰ φαινόμενα ἀέρος, αἰθέρος, γῆς. Οὗ οὖν τὰ ποιήματα καὶ ὑφ᾿ οὗ τῷ πνεύματι ἡνιοχεῖται, τοῦτον κατελαμβάνετο εἶναι θεόν, συνᾴδοντος τούτῳ καὶ Σοφοκλέους·
Εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστιν θεός,
Ὃς οὐρανόν τ᾿ ἔτευξε καὶ γαῖαν μακράν, 6.B πρὸς τὴν τοῦ θεοῦ φύσιν τοῦ κάλλους τὰ ἐκείνου πληρουμένην ἑκάτερα, καὶ ποῦ δεῖ εἶναι τὸν θεὸν καὶ ὅτι ἕνα δεῖ εἶναι, διδάσκων.
Legatio sive Supplicatio pro Christianis. Athenagoras. ed. Johann Karl Theodor von Otto. Jena. 1857.