Legatio sive Supplicatio pro Christianis. Athenagoras. ed. Francis Andrew March, ed. William Baxter Owen. New York. 1876.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[165] Τίς οὖν εὖ φρονῶν εἴποι τοιούτους ὄντας ἡμᾶς ἀνδροφόνους εἶναι; Οὐ γὰρ ἔστι πάσασθαι κρεῶν ἀνθρωπικῶν μὴ πρότερον ἀποκτείνασί τινα. Τὸ πρότερον οὖν ψευδόμενοι, τὸ δεύτερον κἂν μέν τις αὐτοὺς ἔρηται εἰ ἑωράκασιν ἃ λέγουσιν, οὐδεὶς οὕτως ἀπηρυθριασμένος ὡς εἰπεῖν ἰδεῖν. Καίτοι καὶ δοῦλοί εἰσιν ἡμῖν, τοῖς μὲν καὶ πλείους τοῖς δὲ ἐλάττους, οὓς οὐκ ἔστι λαθεῖν· ἀλλὰ καὶ τούτων οὐδεὶς καθ᾿ ἡμῶν τὰ τηλικαῦτα οὐδὲ κατεψεύσατο. Οὓς γὰρ ἴσασιν οὐδ᾿ ἰδεῖν κἂν δικαίως φονευόμενον ὑπομένοντας, τούτων τίς ἂν κατείποι ἢ ἀνδροφονίαν ἢ ἀνθρωποβορίαν;
[166] Τίς οὐχὶ τῶν περὶ σπουδῆς τὰς δι᾿ ὅπλων ἀγωνίας καὶ διὰ θηρίων, καὶ μάλιστα τὰς ὑφ᾿ ὑμῶν ἀγομένας, ἔχει; Ἀλλ᾿ ἡμεῖς, πλησίον εἶναι τὸ ἰδεῖν τὸν φονευόμενον τοῦ ἀποκτεῖναι νομίζοντες, ἀπηγορεύσαμεν τὰς τοιαύτας θέας. Πῶς οὖν μηδὲ ὁρῶντες, ἵνα μὴ ἑαυτοῖς ἅγος καὶ μίασμα προστριψαίμεθα, φονεύειν δυνάμεθα;
[167] Καὶ οἳ τὰς τοῖς ἀμβλωθριδίοις χρωμένας ἀνδροφονεῖν τε καὶ λόγον ὑφέξειν τῆς ἐξαμβλώσεως τῷ θεῷ φαμεν, κατὰ ποῖον ἀνδροφονοῦμεν λόγον; Οὐ γὰρ τοῦ αὐτοῦ νομίζειν μὲν καὶ τὸ κατὰ γαστρὸς ζῶον εἶναι καὶ διὰ τοῦτο αὐτοῦ μέλειν τῷ θεῷ, καὶ παρεληλυθότα εἰς τὸν βίον φονεύειν, καὶ μὴ ἐκτιθέναι μὲν τὸ γεννηθέν, ὡς τῶν ἐκτιθέντων τεκνοκτονούντων, πάλιν δὲ τὸ τραφὲν ἀναιρεῖν· ἀλλ᾿ ἐσμὲν πάντα πανταχοῦ ὅμοιοι καὶ ἴσοι, δουλεύοντες τῷ λόγῳ καὶ οὐκ ἄρχοντες αὐτοῦ.
Current edition Perseus
Supplicatio Pro Christianis (Greek) (Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.)
Editions (1)
Supplicatio Pro Christianis Perseus (Athenagoras. Athenagorae Philosophi Atheniensis Opera (Corpus apologetarum christianorum saeculi secundi, Volume 7). Otto, Johann Karl Theodor von, editor. Jena: Mauke, 1857.) — 35 focus
Τίς οὖν εὖ φρονῶν εἴποι τοιούτους ὄντας ἡμᾶς ἀνδροφόνους εἶναι; Οὐ γὰρ ἔστι πάσασθαι κρεῶν ἀνθρωπικῶν μὴ πρότερον ἀποκτείνασί τινα. Τὸ πρότερον οὖν ψευδόμενοι, τὸ δεύτερον κἂν μέν τις αὐτοὺς ἔρηται εἰ ἑωράκασιν ἃ λέγουσιν,
38.B
οὐδεὶς οὕτως ἀπηρυθριασμένος ὡς εἰπεῖν ἰδεῖν. Καίτοι καὶ δοῦλοί εἰσιν ἡμῖν, τοῖς μὲν καὶ πλείους τοῖς δὲ ἐλάττους, οὓς οὐκ ἔστι λαθεῖν· ἀλλὰ καὶ τούτων οὐδεὶς καθ᾿ ἡμῶν τὰ τηλικαῦτα οὐδὲ κατεψεύσατο. Οὓς γὰρ ἴσασιν οὐδ᾿ ἰδεῖν κἂν δικαίως φονευόμενον ὑπομένοντας, τούτων τίς ἂν κατείποι ἢ ἀνδροφονίαν ἢ ἀνθρωποβορίαν; Τίς οὐχὶ τῶν περὶ σπουδῆς τὰς δι᾿ ὅπλων ἀγωνίας καὶ διὰ θηρίων, καὶ μάλιστα τὰς ὑφ᾿ ὑμῶν ἀγομένας, ἔχει; Ἀλλ᾿
38.C
ἡμεῖς, πλησίον εἶναι τὸ ἰδεῖν τὸν φονευόμενον τοῦ ἀποκτεῖναι νομίζοντες, ἀπηγορεύσαμεν τὰς τοιαύτας θέας. Πῶς οὖν μηδὲ ὁρῶντες, ἵνα μὴ ἑαυτοῖς ἅγος καὶ μίασμα προστριψαίμεθα, φονεύειν δυνάμεθα; Καὶ οἳ τὰς τοῖς ἀμβλωθριδίοις χρωμένας ἀνδροφονεῖν τε καὶ λόγον ὑφέξειν τῆς ἐξαμβλώσεως τῷ θεῷ φαμεν, κατὰ ποῖον ἀνδροφονοῦμεν λόγον; Οὐ γὰρ τοῦ αὐτοῦ νομίζειν μὲν καὶ τὸ κατὰ γαστρὸς ζῶον εἶναι καὶ διὰ τοῦτο αὐτοῦ μέλειν τῷ θεῷ, καὶ παρεληλυθότα εἰς τὸν βίον φονεύειν, καὶ μὴ ἐκτιθέναι μὲν τὸ γεννηθέν, ὡς τῶν ἐκτιθέντων τεκνοκτονούντων,
38.D
πάλιν δὲ τὸ τραφὲν ἀναιρεῖν· ἀλλ᾿ ἐσμὲν πάντα πανταχοῦ ὅμοιοι καὶ ἴσοι, δουλεύοντες τῷ λόγῳ καὶ οὐκ ἄρχοντες αὐτοῦ.