Legatio sive Supplicatio pro Christianis. Athenagoras. ed. Francis Andrew March, ed. William Baxter Owen. New York. 1876.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[163] Ἀλλ᾿ οἱ τοιοῦτοι (ὢ τί ἂν εἴποιμι τὰ ἀπόῤῥητα;) ἀκούομεν τὰ τῆς παροιμίας Ἡ πόρνη τὴν σώφρονα. Οἱ γὰρ ἀγορὰν στήσαντες πορνείας καὶ καταγωγὰς ἀθέσμους πεποιημένοι τοῖς νέοις πάσης αἰσχρᾶς ἡδονῆς καὶ μηδὲ τῶν ἀρσένων φειδόμενοι, ἄρσενες ἐν ἄρσεσι τὰ δεινὰ κατεργαζόμενοι, ὅσων σεμνότερα καὶ εὐειδέστερα σώματα παντοίως αὐτὰ ὑβρίζοντες, ἀτιμοῦντες καὶ τὸ ποιητὸν τοῦ θεοῦ καλόν (οὐ γὰρ αὐτοποίητον ἐπὶ γῆς τὸ κάλλος, ἀλλὰ ὑπὸ χειρὸς καὶ γνώμης πεμπόμενον τοῦ θεοῦ), οὗτοι δὲ ἃ συνίσασιν αὐτοῖς καὶ τοὺς σφετέρους λέγουσι θεούς, ἐπ᾿ αὐτῶν ὡς σεμνὰ καὶ τῶν θεῶν αὐτὰ αὐχοῦντες, ταῦτα ἡμᾶς λοιδοροῦνται, κακίζοντες οἱ μοιχοὶ καὶ παιδερασταὶ τοὺς εὐνούχους καὶ μονογάμους, οἱ δίκην ἰχθύων ζῶντες· καὶ γὰρ οὗτοι καταπίνουσι τὸν ἐμπεσόντα, ἐλαύνοντες ὁ ἰσχυρότερος τὸν ἀσθενέστερον.
[164] Καὶ τοῦτό ἐστι σαρκῶν ἅπτεσθαι ἀνθρωπικῶν, τὸ κειμένων νόμων, οὓς ὑμεῖς καὶ οἱ ὑμέτεροι πρόγονοι πρὸς πᾶσαν δικαιοσύνην ἐξετάσαντες ἐθήκατε, παρὰ τούτους αὐτοὺς βιάζεσθαι, ὡς μηδὲ τοὺς ὑφ᾿ ὑμῶν καταπεμπομένους ἡγεμόνας τῶν ἐθνῶν ἐξαρκεῖν ταῖς δίκαις, οἶς οὐδὲ παιομένοις μὴ παρέχειν ἑαυτοὺς οὐδὲ κακῶς ἀκούουσι μὴ εὐλογεῖν ἔξεστιν· οὐ γὰρ ἀπαρκεῖ δίκαιον εἶναι (ἔστι δὲ δικαιοσύνης ἴσα ἴσοις ἀμείβειν), ἀλλ᾿ ἀγαθοῖς καὶ ἀνεξικάκοις εἶναι πρόκειται.
Current edition Perseus
Supplicatio Pro Christianis (Greek) (Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.)
Editions (1)
Supplicatio Pro Christianis Perseus (Athenagoras. Athenagorae Philosophi Atheniensis Opera (Corpus apologetarum christianorum saeculi secundi, Volume 7). Otto, Johann Karl Theodor von, editor. Jena: Mauke, 1857.) — 34 focus
Ἀλλ᾿ οἱ τοιοῦτοι (ὢ τί ἂν εἴποιμι τὰ ἀπόῤῥητα;) ἀκούομεν τὰ τῆς παροιμίας Ἡ πόρνη τὴν σώφρονα. Οἱ γὰρ ἀγορὰν στήσαντες πορνείας καὶ καταγωγὰς ἀθέσμους πεποιημένοι τοῖς νέοις πάσης αἰσχρᾶς ἡδονῆς καὶ μηδὲ τῶν ἀρσένων φειδόμενοι, ἄρσενες ἐν ἄρσεσι τὰ δεινὰ κατεργαζόμενοι, ὅσων σεμνότερα καὶ εὐειδέστερα σώματα παντοίως αὐτὰ ὑβρίζοντες, ἀτιμοῦντες καὶ τὸ ποιητὸν τοῦ θεοῦ καλόν (οὐ γὰρ αὐτοποίητον ἐπὶ γῆς τὸ κάλλος, ἀλλὰ ὑπὸ χειρὸς καὶ γνώμης πεμπόμενον
37.D
τοῦ θεοῦ), οὗτοι δὲ ἃ συνίσασιν αὐτοῖς καὶ τοὺς σφετέρους λέγουσι θεούς, ἐπ᾿ αὐτῶν ὡς σεμνὰ καὶ τῶν θεῶν αὐτὰ αὐχοῦντες, ταῦτα ἡμᾶς λοιδοροῦνται, κακίζοντες οἱ μοιχοὶ καὶ παιδερασταὶ τοὺς εὐνούχους καὶ μονογάμους, οἱ δίκην ἰχθύων ζῶντες· καὶ γὰρ οὗτοι καταπίνουσι τὸν ἐμπεσόντα, ἐλαύνοντες ὁ ἰσχυρότερος τὸν ἀσθενέστερον. Καὶ τοῦτό ἐστι σαρκῶν ἅπτεσθαι ἀνθρωπικῶν, τὸ κειμένων νόμων, οὓς ὑμεῖς καὶ οἱ ὑμέτεροι
38.A
πρόγονοι πρὸς πᾶσαν δικαιοσύνην ἐξετάσαντες ἐθήκατε, παρὰ τούτους αὐτοὺς βιάζεσθαι, ὡς μηδὲ τοὺς ὑφ᾿ ὑμῶν καταπεμπομένους ἡγεμόνας τῶν ἐθνῶν ἐξαρκεῖν ταῖς δίκαις, οἷς οὐδὲ παιομένοις μὴ παρέχειν ἑαυτοὺς οὐδὲ κακῶς ἀκούουσι μὴ εὐλογεῖν ἔξεστιν· οὐ γὰρ ἀπαρκεῖ δίκαιον εἶναι (ἔστι δὲ δικαιοσύνης ἴσα ἴσοις ἀμείβειν), ἀλλ᾿ ἀγαθοῖς καὶ ἀνεξικάκοις εἶναι πρόκειται.