Legatio sive Supplicatio pro Christianis. Athenagoras. ed. Francis Andrew March, ed. William Baxter Owen. New York. 1876.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
[106] Εἴποιτε ἂν οὖν συνέσει πάντας ὑπερέχοντες· Τίνι οὖν τῷ λόγῳ ἔνια τῶν εἰδώλων ἐνεργεῖ, εἰ μή εἰσι θεοὶ ἐφ᾿ οἶς ἱδρυόμεθα τὰ ἀγάλματα; Οὐ γὰρ εἰκὸς τὰς ἀψύχους καὶ ἀκινήτους εἰκόνας καθ᾿ ἑαυτὰς ἰσχύειν χωρὶς τοῦ κινοῦντος. Τὸ μὲν δὴ κατὰ τόπους καὶ πόλεις καὶ ἔθνη γίνεσθαί τινας ἐπ᾿ ὀνόματι εἰδώλων ἐνεργείας οὐδ᾿ ἡμεῖς ἀντιλέγομεν· οὐ μήν, εἰ ὠφελήθησάν τινες καὶ αὖ ἐλυπήθησαν ἕτεροι, θεοὺς νομιοῦμεν τοὺς ἐφ᾿ ἑκάτερα ἐνεργήσαντας.
[107] Ἀλλὰ καὶ ᾦ λόγῳ νομίζετε ἰσχύειν τὰ εἴδωλα, καὶ τίνες οἱ ἐνεργοῦντες, ἐπιβατεύοντες αὐτῶν τοῖς ὀνόμασιν, ἐπ᾿ ἀκριβὲς ἐξητάκαμεν. Ἀναγκαῖον δέ μοι, μέλλοντι δεικνύειν τίνες οἱ ἐπὶ τοῖς εἰδώλοις ἐνεργοῦντες καὶ ὅτι μὴ θεοί, προσχρήσασθαί τισι καὶ τῶν ἀπὸ φιλοσοφίας μάρτυσι.
[108] Πρῶτος Θαλῆς διαιρεῖ, ὡς οἱ τὰ ἐκείνου ἀκριβοῦντες μνημονεύουσιν, εἰς θεόν, εἰς δαίμονας, εἰς ἥρωας. Ἀλλὰ θεὸν μὲν τὸν νοῦν τοῦ κόσμου ἄγει, δαίμονας δὲ οὐσίας νοεῖ ψυχικάς, καὶ ἥρωας τὰς κεχωρισμένας ψυχὰς τῶν ἀνθρώπων, ἀγαθοὺς μὲν τὰς ἀγαθάς, κακοὺς δὲ τὰς φαύλας.
[109] Πλάτων δέ, τὰ ἄλλα ἐπέχων, καὶ αὐτὸς εἴς τε τὸν ἀγένητον θεὸν καὶ τοὺς ὑπὸ τοῦ ἀγενήτου εἰς κόσμον τοῦ οὐρανοῦ γεγονότας, τούς τε πλάνητας καὶ τοὺς ἀπλανεῖς ἀστέρας, καὶ εἰς δαίμονας τέμνει· περὶ ὦν δαιμόνων αὐτὸς ἀπαξιῶν λέγειν τοῖς περὶ αὐτῶν εἰρηκόσιν προσέχειν ἀξιοῖ.
[110] Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ᾿ ἡμᾶς, πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐγγόνοις μὲν θεῶν οὖσιν ὡς ἔφασαν, σαφῶς γέ που τοὺς ἑαυτῶν προγόνους εἰδότων· ἀδύνατον οὗν θεῶν παισὶν ἀπιστεῖν, κἄνπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγωσιν, ἀλλὰ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον. Οὕτως οὖν κατ᾿ ἐκείνους καὶ ἡμῖν ἡ γένεσις περὶ αὐτῶν τῶν θεῶν ἐχέτω καὶ λεγέσθω.
[111] Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγεννήθησαν, τούτων δὲ Φόρκος Κρόνος τε καὶ Ῥέα καὶ ὅσοι μετὰ τούτων, ἐκ δὲ Κρόνου τε καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες, οὓς ἴσμεν πάντας ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τούτων ἄλλους ἐκγόνους.
[112] Ἆρ᾿ οὖν ὁ τὸν ἀΐδιον νοῦν καὶ λόγῳ καταλαμβανόμενον περινοήσας θεὸν καὶ τὰ ἐπισυμβεβηκότα αὐτῷ ἐξειπών, τὸ. ὄντως ὄν, τὸ μονοφυές, τὸ ἀγαθὸν ἀπ᾿ αὐτοῦ ἀποχεόμενον, ὅπερ ἐστὶν ἀλήθεια, καὶ περὶ πρώτης δυνάμεως, καὶ ὡς περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ καὶ ἐκείνου ἕνεκεν πάντα, καὶ ἐκεῖνο αἴτιον πάντων, καὶ περὶ δύο καὶ τρία, δεύτερον δὲ περὶ τὰ δεύτερα, καὶ τρίτον περὶ τὰ τρίτα, περὶ τῶν ἐκ τῶν αἰσθητῶν γῆς τε καὶ οὐρανοῦ λεγομένων γεγονέναι μεῖζον ἢ καθ᾿ ἑαυτὸν τἀληθὲς μαθεῖν ἐνόμισεν; Ἦ οὐκ ἔστιν εἰπεῖν.
[113] Ἀλλ᾿ ἐπεὶ ἀδύνατον γεννᾶν καὶ ἀποκυΐσκεσθαι θεοὺς ἐνόμισεν, ἑπομένων τοῖς γινομένοις τελῶν, καὶ, τὸ τούτου ἀδυνατώτερον, μεταπεῖσαι τοὺς πολλοὺς ἀβασανίστως τοὺς μύθους παραδεχομένους, διὰ ταῦτα μεῖζον ἢ καθ᾿ ἑαυτὸν γνῶναι καὶ εἰπεῖν ἔφη περὶ τῆς τῶν ἄλλων δαιμόνων γενέσεως, οὔτε μαθεῖν οὔτε ἐξειπεῖν γεννᾶσθαι θεοὺς δυνάμενος.
[114] Καὶ τὸ εἰρημένον αὐτῷ· Ὁ δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεύς, ἐλαύνων πτηνὸν ἅρμα, πρῶτος πορεύεται διακοσμῶν πάντα καὶ ἐπιμελούμενος, τῷ δὲ ἕπεται στρατιὰ θεῶν τε καὶ δαιμόνων· οὐκ ἐπὶ τοῦ ἀπὸ Κρόνου λεγομένου ἔχει Διός. Ἔστι γὰρ ἐν τούτῳ ὄνομα τῷ ποιητῇ τῶν ὅλων.
[115] Δηλοῖ δὲ καὶ αὐτὸς ὁ Πλάτων· ἑτέρῳ σημαντικῷ προσειπεῖν αὐτὸν οὐκ ἔχων τῷ δημώδει ὀνόματι, οὐχ ὡς ἰδίῳ τοῦ θεοῦ ἀλλ᾿ εἰς σαφήνειαν, ὅτι μὴ δυνατὸν εἰς πάντας φέρειν κατὰ δύναμιν τὸν θεόν, προσεχρήσατο, ἐπικατηγορήσας τὸ μέγας, ἵνα διαστείλῃ τὸν οὐράνιον ἀπὸ τοῦ χαμᾶθεν, τὸν ἀγένητον ἀπὸ τοῦ γενητοῦ, τοῦ νεωτέρου μὲν οὐρανοῦ καὶ γῆς, νεωτέρου δὲ Κρητῶν, οἳ ἐξέκλεψαν αὐτὸν μὴ ἀναιρεθῆναι ὑπὸ τοῦ πατρός.
Current edition Perseus
Supplicatio Pro Christianis (Greek) (Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.)
Editions (1)
Supplicatio Pro Christianis Perseus (Athenagoras. Athenagorae Philosophi Atheniensis Opera (Corpus apologetarum christianorum saeculi secundi, Volume 7). Otto, Johann Karl Theodor von, editor. Jena: Mauke, 1857.) — 23 focus
Εἴποιτε ἂν οὖν συνέσει πάντας ὑπερέχοντες· Τίνι οὖν τῷ λόγῳ ἔνια τῶν εἰδώλων ἐνεργεῖ, εἰ μή εἰσι θεοὶ ἐφ᾿ οἷς ἱδρυόμεθα τὰ ἀγάλματα; Οὐ γὰρ εἰκὸς τὰς ἀψύχους καὶ ἀκινήτους εἰκόνας καθ᾿ ἑαυτὰς ἰσχύειν χωρὶς τοῦ κινοῦντος. Τὸ μὲν δὴ κατὰ τόπους καὶ πόλεις καὶ ἔθνη γίνεσθαί τινας ἐπ᾿ ὀνόματι εἰδώλων ἐνεργείας οὐδ᾿ ἡμεῖς ἀντιλέγομεν· οὐ μήν, εἰ ὠφελήθησάν τινες καὶ αὖ ἐλυπήθησαν ἕτεροι, θεοὺς νομιοῦμεν τοὺς ἐφ᾿ ἑκάτερα ἐνεργήσαντας. Ἀλλὰ καὶ ᾧ λόγῳ νομίζετε
25.B
ἰσχύειν τὰ εἴδωλα, καὶ τίνες οἱ ἐνεργοῦντες, ἐπιβατεύοντες αὐτῶν τοῖς ὀνόμασιν, ἐπ᾿ ἀκριβὲς ἐξητάκαμεν. Ἀναγκαῖον δέ μοι, μέλλοντι δεικνύειν τίνες οἱ ἐπὶ τοῖς εἰδώλοις ἐνεργοῦντες καὶ ὅτι μὴ θεοί, προσχρήσασθαί τισι καὶ τῶν ἀπὸ φιλοσοφίας μάρτυσι. Πρῶτος Θαλῆς διαιρεῖ, ὡς οἱ τὰ ἐκείνου ἀκριβοῦντες μνημονεύουσιν, εἰς θεόν, εἰς δαίμονας, εἰς ἥρωας. Ἀλλὰ θεὸν μὲν τὸν νοῦν τοῦ κόσμου ἄγει, δαίμονας δὲ οὐσίας νοεῖ ψυχικάς, καὶ
25.C
ἥρωας τὰς κεχωρισμένας ψυχὰς τῶν ἀνθρώπων, ἀγαθοὺς μὲν τὰς ἀγαθάς, κακοὺς δὲ τὰς φαύλας. Πλάτων δέ, τὰ ἄλλα ἐπέχων, καὶ αὐτὸς εἴς τε τὸν ἀγένητον θεὸν καὶ τοὺς ὑπὸ τοῦ ἀγενήτου εἰς κόσμον τοῦ οὐρανοῦ γεγονότας, τούς τε πλάνητας καὶ τοὺς ἀπλανεῖς ἀστέρας, καὶ εἰς δαίμονας τέμνει· περὶ ὧν δαιμόνων αὐτὸς ἀπαξιῶν λέγειν τοῖς περὶ αὐτῶν εἰρηκόσιν προσέχειν ἀξιοῖ. Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ᾿ ἡμᾶς, πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν,
25.D
ἐγγόνοις μὲν θεῶν οὖσιν ὡς ἔφασαν, σαφῶς γέ που τοὺς ἑαυτῶν προγόνους εἰδότων· ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, κἄνπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγωσιν, ἀλλὰ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον. Οὕτως οὖν κατ᾿ ἐκείνους καὶ ἡμῖν ἡ γένεσις περὶ αὐτῶν τῶν θεῶν ἐχέτω καὶ λεγέσθω. Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγεννήθησαν, τούτων δὲ Φόρκος Κρόνος τε καὶ Ῥέα καὶ ὅσοι μετὰ τούτων, ἐκ δὲ Κρόνου
26.A
τε καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες, οὓς ἴσμεν πάντας ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τούτων ἄλλους ἐκγόνους. Ἆρ᾿ οὖν ὁ τὸν ἀΐδιον νοῦν καὶ λόγῳ καταλαμβανόμενον περινοήσας θεὸν καὶ τὰ ἐπισυμβεβηκότα αὐτῷ ἐξειπών, τὸ ὄντως ὄν, τὸ μονοφυές, τὸ ἀγαθὸν ἀπ᾿ αὐτοῦ ἀποχεόμενον, ὅπερ ἐστὶν ἀλήθεια, καὶ περὶ πρώτης δυνάμεως, καὶ ὡς περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ καὶ ἐκείνου ἕνεκεν πάντα, καὶ ἐκεῖνο αἴτιον πάντων, καὶ περὶ δύο καὶ τρία, δεύτερον δὲ περὶ τὰ δεύτερα, καὶ τρίτον περὶ τὰ τρίτα, περὶ τῶν ἐκ τῶν αἰσθητῶν γῆς τε καὶ οὐρανοῦ
26.B
λεγομένων γεγονέναι μεῖζον ἢ καθ᾿ ἑαυτὸν τἀληθὲς μαθεῖν ἐνόμισεν; Ἦ οὐκ ἔστιν εἰπεῖν. Ἀλλ᾿ ἐπεὶ ἀδύνατον γεννᾶν καὶ ἀποκυΐσκεσθαι θεοὺς ἐνόμισεν, ἑπομένων τοῖς γινομένοις τελῶν, καί, τὸ τούτου ἀδυνατώτερον, μεταπεῖσαι τοὺς πολλοὺς ἀβασανίστως τοὺς μύθους παραδεχομένους, διὰ ταῦτα μεῖζον ἢ καθ᾿ ἑαυτὸν γνῶναι καὶ εἰπεῖν ἔφη περὶ τῆς τῶν ἄλλων δαιμόνων γενέσεως, οὔτε μαθεῖν οὔτε ἐξειπεῖν γεννᾶσθαι θεοὺς δυνάμενος. Καὶ τὸ εἰρημένον αὐτῷ· Ὁ δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεύς, ἐλαύνων πτηνὸν ἅρμα, πρῶτος πορεύεται διακοσμῶν
26.C
πάντα καὶ ἐπιμελούμενος, τῷ δὲ ἕπεται στρατιὰ θεῶν τε καὶ δαιμόνων· οὐκ ἐπὶ τοῦ ἀπὸ Κρόνου λεγομένου ἔχει Διός. Ἔστι γὰρ ἐν τούτῳ ὄνομα τῷ ποιητῇ τῶν ὅλων. Δηλοῖ δὲ καὶ αὐτὸς ὁ Πλάτων· ἑτέρῳ σημαντικῷ προσειπεῖν αὐτὸν οὐκ ἔχων τῷ δημώδει ὀνόματι, οὐχ ὡς ἰδίῳ τοῦ θεοῦ ἀλλ᾿ εἰς σαφήνειαν, ὅτι μὴ δυνατὸν εἰς πάντας φέρειν κατὰ δύναμιν τὸν θεόν, προσεχρήσατο, ἐπικατηγορήσας τὸ μέγας, ἵνα διαστείλῃ τὸν οὐράνιον ἀπὸ τοῦ χαμᾶθεν, τὸν ἀγένητον ἀπὸ τοῦ γενητοῦ, τοῦ νεωτέρου μὲν οὐρανοῦ καὶ γῆς, νεωτέρου δὲ Κρητῶν,
26.D
οἳ ἐξέκλεψαν αὐτὸν μὴ ἀναιρεθῆναι ὑπὸ τοῦ πατρός.