Ἀλλὰ ταῦτα μὲν ἴσως. πλάνη ποιητική, φυσικὸς δέ τις ἐπ᾿ αὐτοῖς καὶ τοιοῦτος λόγος·
Ζεὺς ἀργὴς (ὥς φησιν Ἐμπεδοκλῆς) Ἥρη τε φερέσβιος ἠδ᾿
Ἀϊδωνεὺς
Νῆστίς θ᾿, ἣ δακρύοις τέγγει κρούνωμα βρότειον. Εἰ τοίνυν Ζεὺς μὲν τὸ πῦρ, Ἥρα δὲ ἡ γῆ καὶ ὁ ἀὴρ Ἀϊδωνεὺς καὶ τὸ ὕδωρ Νῆστις, στοιχεῖα δὲ ταῦτα, τὸ πῦρ τὸ ὕδωρ ὁ ἀήρ, οὐδεὶς αὐτῶν θεός, οὔτε Ζεὺς οὔτε Ἥρα οὔτε Ἀϊδωνεύς·
22.D
ἀπὸ γὰρ τῆς ὕλης διακριθείσης ὑπὸ τοῦ θεοῦ ἡ τούτων σύστασίς τε καὶ γένεσις·
Πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ ἠέρος ἤπιον ὕψος,
Καὶ φιλίη μετὰ τοῖσιν. Ἅ χωρὶς τῆς φιλίας οὐ δύναται μένειν, ὑπὸ τοῦ νείκους συγχεόμενα, πῶς ἄν οὖν εἴποι τις ταῦτα εἶναι θεούς; Ἀρχικὸν ἡ φιλία κατὰ τὸν Ἐμπεδοκλέα, ἀρχόμενα τὰ συγκρίματα, τὸ δὲ ἀρχικὸν κύριον· ὥστε, ἐὰν μίαν καὶ τὴν αὐτὴν τοῦ τε ἀρχομένου
23.A
καὶ τοῦ ἄρχοντος δύναμιν θῶμεν, λήσομεν ἑαυτοὺς ἰσότιμον τὴν ὕλην τὴν φθαρτὴν καὶ ῥευστὴν καὶ μεταβλητὴν τῷ ἀγενήτῳ καὶ ἀϊδίῳ καὶ διαπαντὸς συμφώνῳ ποιοῦντες θεῷ. Ζεὺς ἡ ζέουσα οὐσία κατὰ τοὺς Στωϊκούς, Ἥρα ὁ ἀήρ, καὶ τοῦ ὀνόματος εἰ αὐτὸ αὐτῷ ἐπισυνάπτοιτο συνεκφωνουμένου, Ποσειδῶν ἡ πόσις. Ἄλλοι δὲ ἄλλως φυσιολογοῦσιν· οἱ μὲν γὰρ ἀέρα διφυῆ ἀρσενόθηλυν τὸν Δία λέγουσιν, οἱ δὲ καιρὸν εἰς εὐκρασίαν τρέποντα τὸν χρόνον, διὸ καὶ μόνος Κρόνον διέφυγεν. Ἀλλ᾿ ἐπὶ μὲν τῶν ἀπὸ τῆς στοᾶς ἔστιν εἰπεῖν· εἰ ἕνα τὸν ἀνωτάτω
23.B
θεὸν ἀγένητόν τε καὶ ἀΐδιον νομίζετε, συγκρίματα δὲ ἴσα ἡ τῆς ὕλης ἀλλαγή, καὶ τὸ πνεῦμα τοῦ θεοῦ διὰ τῆς ὕλης κεχωρηκὸς κατὰ τὰς παραλλάξεις αὐτῆς ἄλλο καὶ ἄλλο ὄνομα μεταλαγχάνειν φατέ, σῶμα μὲν τὰ εἴδη τῆς ὕλης τοῦ θεοῦ γενήσεται, φθειρομένων δὲ τῶν στοιχείων κατὰ τὴν ἐκπύρωσιν ἀνάγκη συμφθαρῆναι ὁμοῦ τοῖς εἴδεσι τὰ ὀνόματα, μόνου μένοντος τοῦ πνεύματος τοῦ θεοῦ. Ὧν οὖν σωμάτων φθαρτὴ ἡ κατὰ τὴν ὕλην παραλλαγή, τίς ἄν ταῦτα πιστεύσαι θεούς; Πρὸς δὲ τοὺς λέγοντας τὸν μὲν Κρόνον χρόνον, τὴν δὲ Ῥέαν
23.C
γῆν, τὴν μὲν συλλαμβάνουσαν ἐκ τοῦ Κρόνου καὶ ἀποτίκτουσαν, ἔνθεν καὶ μήτηρ νομίζεται πάντων, τὸν δὲ γεννῶντα καὶ καταναλίσκοντα, καὶ εἶναι τὴν μὲν τομὴν τῶν ἀναγκαίων ὁμιλίαν τοῦ ἄρσενος πρὸς τὸ θῆλυ, τέμνουσαν καὶ καταβάλλουσαν σπέρμα εἰς μήτραν καὶ γεννῶσαν ἄνθρωπον, ἐν ἑαυτῷ τὴν ἐπιθυμίαν, ὅ ἐστιν Ἀφροδίτη, ἔχοντα, τὴν δὲ μανίαν τοῦ Κρόνου τροπὴν καιροῦ φθείρουσαν ἔμψυχα καὶ ἄψυχα, τὰ δὲ δεσμὰ καὶ τὸν τάρταρον χρόνον ὑπὸ καιρῶν
23.D
τρεπόμενον καὶ ἀφανῆ γινόμενον, πρὸς τοίνυν τούτους φαμέν· εἴτε χρόνος ἐστὶν ὁ Κρόνος, μεταβάλλει, εἴτε καιρός, τρέπεται, εἴτε σκότος ἢ πάγος ἢ οὐσία ὑγρά, οὐδὲν αὐτῶν μένει· τὸ δὲ θεῖον καὶ ἀθάνατον καὶ ἀκίνητον καὶ ἀναλλοίωτον· οὔτε ἄρα ὁ Κρόνος οὔτε τὸ ἐπ᾿ αὐτῷ εἴδωλον θεός.
24.A
Περὶ δὲ τοῦ Διός, εἰ μὲν ἀήρ ἐστι γεγονὼς ἐκ Κρόνου, οὗ τὸ μὲν ἄρσεν ὁ Ζεύς, τὸ δὲ θῆλυ Ἥρα (διὸ καὶ ἀδελφὴ καὶ γυνή), ἀλλοιοῦται, εἰ δὲ καιρός, τρέπεται· οὔτε δὲ μεταβάλλει οὔτε μεταπίπτει τὸ θεῖον. Τί δεῖ πλέον λέγοντα ἐνοχλεῖν ὑμῖν, οἳ ἄμεινον τὰ παρ᾿ ἑκάστοις τῶν πεφυσιολογηκότων οἴδατε, ἢ οἷα περὶ τῆς φύσεως ἐνόησαν οἱ συγγραψάμενοι, ἢ ἅ περὶ τῆς Ἀθηνᾶς ἣν φρόνησιν διὰ πάντων διήκουσάν φασιν, ἢ περὶ τῆς Ἴσιδος
24.B
ἣν φύσιν αἰῶνος, ἐξ ἧς πάντες ἔφυσαν καὶ δι᾿ ἧς πάντες εἰσί, λέγουσιν, ἢ περὶ τοῦ Ὀσίριδος οὗ σφαγέντος ὑπὸ Τυφῶνος τοῦ ἀδελφοῦ μετ᾿ Ὤρου τοῦ υἱοῦ ἡ Ἶσις ζητοῦσα τὰ μέλη καὶ εὑροῦσα ἤσκησεν εἰς ταφήν, ἣ ταφὴ ἕως νῦν Ὀσιριακὴ καλεῖται; Ἄνω γὰρ καὶ κάτω περὶ τὰ εἴδη τῆς ὕλης στρεφόμενοι ἀποπίπτουσι τῷ λόγῳ θεωρητοῦ θεοῦ, τὰ δὲ στοιχεῖα καὶ τὰ μόρια αὐτῶν θεοποιοῦσιν, ἄλλοτε ἄλλα ὀνόματα αὐτοῖς τιθέμενοι, τὴν μὲν τοῦ σίτου σπορὰν Ὄσιριν (ὅθεν φασὶ μυστικῶς ἐπὶ τῇ ἀνευρέσει τῶν μελῶν ἢ τῶν καρπῶν ἐπιλεχθῆναι τῇ Ἴσιδι· Εὑρήκαμεν, συγχαίρομεν!), τὸν δὲ τῆς ἀμπέλου
24.C
καρπὸν Διόνυσον, καὶ Σεμέλην αὐτὴν τὴν ἄμπελον, καὶ κεραυνὸν τὴν τοῦ ἡλίου φλόγα. Καίτοι γε πάντα μᾶλλον ἢ θεολογοῦσιν οἱ τοὺς μύθους θεοποιοῦντες, οὐκ εἰδότες ὅτι οἷς ἀπολογοῦνται ὑπὲρ τῶν θεῶν τοὺς ἐπ᾿ αὐτοῖς λόγους βεβαιοῦσι. Τί ἡ Εὐρώπη καὶ ὁ Ταῦρος καὶ ὁ Κύκνος καὶ ἡ Λήδα πρὸς γῆν καὶ ἀέρα, ἵν᾿ ἡ πρὸς ταύτας μιαρὰ τοῦ Διὸς μῖξις ᾖ γῆς καὶ ἀέρος; Ἀλλ᾿ ἀποπίπτοντες τοῦ μεγέθους τοῦ θεοῦ καὶ ὑπερκύψαι τῷ λόγῳ (οὐ γὰρ ἔχουσι συμπάθειαν εἰς τὸν οὐράνιον τόπον) οὐ δυνάμενοι ἐπὶ τὰ εἴδη τῆς ὕλης συντετήκασιν,
24.D
καὶ καταπίπτοντες τὰς τῶν στοιχείων τροπὰς θεοποιοῦσιν· ὅμοιον εἰ καὶ ναῦν τις, ἐν ᾗ ἔπλευσεν, ἀντὶ τοῦ κυβερνήτου ἄγοι. Ὡς δὲ οὐδὲν πλέον νεώς, κἂν ᾖ πᾶσιν ἠσκημένη, μὴ ἐχούσης τὸν κυβερνήτην, οὐδὲ τῶν στοιχείων ὄφελος διακεκοσμημένων δίχα τῆς παρὰ τοῦ θεοῦ προνοίας. Ἥ τε γὰρ ναῦς καθ᾿ ἑαυτὴν οὐ πλευσεῖται, τά τε στοιχεῖα χωρὶς τοῦ δημιουργοῦ οὐ κινηθήσεται.