εἶναι τοῦ δικαιοπραγεῖν, ἅπαντας ὁμοίως ἕξει τοὺς συλλογισμούς, τουτέστι πάντας τοὺς ἀναιροῦντας τὰ ἔνδοξα ἐπίσης αὐτῷ πιθανοὺς ποιήσει. πιθανὸς γὰρ ἔσται καὶ ὁ τὸν ἄδικον τοῦ δικαίου κρείττονα συλλογιζόμενος ἐκ τῶν ὁμοίων προτάσεων καὶ τὸ ἄδικον τοῦ δικαίου· ἀεὶ γὰρ ἐκ τῶν ὁμοίως ἐνδόξων προτάσεων ταῖς συναγούσαις τὸ ἀδικεῖν κρεῖττον τοῦ δικαιοπραγεῖν
ὅμοιον ἔνδοξον ἀναιρεθήσεται· ὡς γὰρ ἔνδοξον ὅτι ἡ δικαιοσύνη 2 ἀγαθόν, οὕτω καὶ ὅτι τὸ δικαίως καὶ τὸ δίκαιον, ἅπερ ἀναιρεθήσεται διὰ τῶν ὁμοίως ἐνδόξων, ὡς εἴρηται πρότερον. τὸ δὲ μετατιθεμένης τῆς ἀντιφάσεως ἴσον ἐστὶ τῷ ‘μετατιθεμένης ἐξ ἀδόξου εἰς ἔνδοξον καὶ ἐξ ἐνδόξου εἰς ἄδοξον’, ὡς ἐπὶ τῶν προκειμένων· ἔνδοξον γὰρ ὂν τὸ τὴν δικαιοσύνην
ἀγαθὸν εἶναι μετετέθη εἰς τὴν ἀντίφασιν τὴν ὅτι οὐκ ἀγαθόν· ὁμοίως καὶ τὸ ὅτι ἡ δικαιοσύνη κακὸν εἰς τὸ ὅτι οὐ κακόν.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.