συλλελογισμενοις.
τὸν τοῖχον οὐ τὸ μὴ ζῷον εἶναι (πόρρω γὰρ τοῦτο) ἀλλὰ τὸ μὴ ἔχειν πνεύμονα. τὰ δὲ λεγόμενα κοινῶς καὶ περὶ τῶν διαλεγομένων καὶ τῶν σοφιζομένων λέγεται. ἐπεὶ δὲ οἱ διαλεγόμενοι ἐξ ἐνδόξων συλλογίζονται (τούτων γὰρ τοὺς λόγους εἶπε συλλελογισμένους), οὐ πάντως δὲ τὰ ἔνδοξα καὶ κυρίως ἀληθῆ ἐστιν, ἄν ἀμφότερα μὲν τὰ ληφθέντα ἔνδοξα ᾖ, δριμὺς
οὗτος ὁ λόγος ἐστίν· ἀπορίαν γὰρ ἐμποιεῖ, ποίαν τῶν προτάσεων ἀνελόντες (τὸ ὅ τι γὰρ ἀντὶ τοῦ τί) καὶ τὸ συναχθὲν ἀναιρήσομεν· οὐ γὰρ ἡ τυχούσης τῶν προτάσεων ἀναίρεσις συναναιρεῖ καὶ τὸ συναχθέν, καθάπερ πολλάκις εἴρηται πρότερον, ἀλλ’ ἐκείνης παρ’ ἣν γέγονεν ἡ παραγωγή. καὶ ἔστι πρώτη μὲν ἀπορία αὕτη ἐν τοῖς διαλεκτικοῖς λόγοις. ἐν δὲ τοῖς |
ἐριστικοῖς πρώτη ἐστί, πῶς εἴπῃ τις τὸ προταθέν, τουτέστι πῶς 3 ἀποκριθείς τις οὐκ ἐλεγχθήσεται. εἰ γὰρ ἔροιτό τις ‘ὅσα τις μὴ ἔχει πρότερον ἔχων, ἆρα ἀποβέβληκε τοσαῦτα;’, πῶς ἄν τις ἀποκριθεὶς ἐνταῦθα μὴ ἐλεγχθῇ· εἰ μὲν γὰρ φήσει, ἐλεγχθήσεται· εἰ δ’ εἴποι ’τοσαῦτα μὲν οὐ δῆτα, τούτων δὲ τὶ ἢ τινά’, οὐκ ἂν ἐλεγχθῇ. ἢ καὶ
οὕτως νοήσεις τὸ πῶς τις εἴπῃ τὸ προταθέν, πότερον παρὰ τὴν ἀμφιβολίαν ἐστὶν ἢ παρὰ τὸ συμβεβηκὸς ἢ παρά τινα τῶν εἰρημένων τρόπων· τινὰ γὰρ τῶν σοφισμάτων φαίνονται καὶ παρὰ τοῦτον καὶ παρ’ ἐκεῖνον, ὥσπερ εἴρηται καὶ πρότερον.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.