ἀνάγκη προαποφάσκειν· ψευδῶς γὰρ ἀποφάσκοις ἄν. ὅταν δὲ ὅλως ᾖ ψεῦδος, δεῖ ἀποφάσκειν· οἷον ἆρά γε ὁ Αἴας Θερσίτῃ ἐμονομάχησεν; οὔ· ἐνταῦθα γὰρ ἀνάγκη προαποφῆσαι· οὐδεὶς γὰρ τοῖν Αἰάντοιν Θερσίτῃ ἐμονομάχησεν. ἐπὶ δὲ τοὐ ‘ἀρά γε ὁ ἐπιστάμενός τι λέγειν καὶ ἐκεῖνο συνεπίσταται ὃ λέγει;’ οὐκ ἀνάγκη ἀποφῆσαι· ἐπὶ γὰρ τοῦ ἐπιστήμονος
ψεῦδος τὸ ἀποφῆσαι· συνεπίσταται γὰρ ὁ ἐπιστήμων ἃ λέγειν ἐπίσταται. ἐπὶ μὲν οὖν τούτων οὐκ ἀνάγκη. ἐπὶ δὲ τοῦ συμπεράσματος ἀνάγκη λέγειν οὔ· οἷον ‘οὐκ ἄρα συνεπίσταται ὃ ἐπίσταται λέγειν’· ῥητέον οὔ· ψεῦδος γὰρ τὸ τοὺς ὡδὶ ἐπισταμένους, οἷον τοὺς ἐπιστήμονας, [τὸ] μὴ συνεπίσταθαι λέγειν ἐπίστανται. εἰπὼν δὲ ὅτι οὐκ ἀνάγκη προαποφῆσαι τὸ διττόν,
τὴν αἰτίαν ἐπήγαγε τούτου διὰ τοῦ οὐ γὰρ πρὸς τοῦτο ἀλλὰ διὰ τοῦτο ὁ λόγος, τουτέστιν οὐ γὰρ πρὸς τοῦτο τὸ ἐρώτημά ἐστιν ὁ λόγος ἀλλὰ διὰ τοῦτο, ἤτοι τὸ συμπέρασμα· διὰ γὰρ τὸ συμπέρασμά ἐστι τὸ ἐρώτημα. καὶ ἐπεὶ διὰ τὸ συμπέρασμά ἐστι τὸ ἐρώτημα, ἐν δὲ τῷ ἐρωτήματι ἄδηλόν ἐστι τὸ συμβαῖνον (ἀγνοοῦμεν γὰρ εἴτε ἐπὶ τοῦ ἐπιστήμονος
εἴτε ἐπὶ τοῦ παιδὸς τὸν λόγον συμπερανεῖ), οὐκ ἀνάγκη προαποφάσκειν, ἀλλὰ λέγειν ὅτι ἴσως ἢ ὅτι ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ, ὅπερ αὐτὸς ποίει.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.