τέλει· “δεῖ δὲ κατανοεῖν ὅτι οὕτως μὲν οὐκ ἔστιν ἐναντία συμπεράνασθαι ἐξ ἑνὸς συλλογισμοῦ, ὥστ’ εἶναι τὸ συμπέρασμα τὸ μὴ ὂν ἀγαθὸν ἀγαθὸν ἢ ἄλλο τῖ’ καὶ τὰ λοιπά. τούτων οὕτως ἐκεῖ ῥηθέντων δῆλον ὅτι τὸ ὅσοις μὲν οὖν ἐν τῷ τέλει ἴσον ἐστὶ τῷ ‘ἐν ὅσοις μὲν οὖν ἐν τῷ συμπεράσματι’· τοῦτο γὰρ εἶπε τέλος. ἐν ὅσοις μὲν οὖν ἐν τῷ τέλει ὁρᾶται τὸ πολλαχῶς
λεγόμενον, τουτέστιν ἡ ἀντίφασις, δεῖ εἰδέναι ὅτι ἡ πρότασις ἔχουσα τὴν ἀντίφασιν ἐλήφθη· εἰ γὰρ μὴ προσλάβῃ ἐν τῇ προτάσει τὴν ἀντίφασιν, οὐ γίνεται ἔλεγχος ἐξ ἑνὸς συλλογισμοῦ τἀναντία συνάγων. εἶτα ὥσπερ ἀναμιμνήσκων ἡμᾶς τῶν ἐν τῶ δευτέρω τῶν Προτέρων ἀνα- εἰρημένων ἐπήγαγεν ἄνευ γὰρ ἀντιφάσεως οὐκ ἦν ἔλεγχος,
ὡς εἰ ἔλεγεν ‘εἴρηται εἴρηται γὰρ καὶ ἐν ἐκείνοις ὅτι ἄνευ τοῦ προσλαβεῖν τὴν ἀντίφασιν οὐ δύναται γενέσθαι ἔλεγχος ὅτι τὸ ἀγαθὸν οὐκ ἀγαθόν’· τὰ γὰρ δεύτερα τῶν Προτέρων τὰς ἀρχὰς περιέχει τῶν Σοφιστικῶν ἐλέγχων. ἢ μᾶλλον τὸ λεγόμενόν ἐστιν· ἐν ὅσοις μὲν οὖν ἐν τῷ συμπεράσματι ἀμφιβολία ἐστί (ταύτην γὰρ εἶπε πολλαχῶς), ἂν μὴ προσλάβῃ τὴν ἀντίφασιν,
οὔπω δῆλον εἰ ἐλέγχει· τούτου γάρ ἐστι δηλωτικὸν τὸ οὐ γίνεται ἔλεγχος. οἷον ἆρ’ ἔστι τυφλὸν ὁρᾶν; οὔ· τί δέ, ὅταν τυφλὸν ὁρᾷς, οὐ τυφλὸν ὁρᾷς; ἔστιν ἄρα τυφλὸν ὁρᾶν. τοῦτο ἀμφίβολον· ἢ γὰρ ὅτι ὁ τυφλὸς ὁρᾷ, ἢ ὅτι ὁ βλέπων ὁρᾷ τὸν τυφλόν. ὥστε εἰ μέλλει φανῆναι ἔλεγχος, δεῖ προσλαβεῖν τὴν ἀντίφασιν οὕτως· ἔστιν ἄρα τυφλὸν ὁρᾶν καὶ μὴ ὁρᾶν·
ἢ οὕτως· ὁ τυφλὸς ἄρα ὁρᾷ καὶ οὐχ ὁρᾷ. ἐπειδὴ γὰρ ἀμφίβολόν ἐστι διὰ τὸ πολλὰ δηλοῦν τί τούτων συνεπεράνατο, εἰ μὴ προσλάβῃ τὴν ἀντίφασιν, ἄδηλός ἐστιν εἰ εἰς θάτερον τῶν σὴ μαινομένων βλέπων συνεπεράνατο ἀλλὰ μὴ εἰς θάτερον. ἐν γὰρ τῷ ‘ἔστιν ἄρα σιγῶντα λέγειν’ ἄδηλον εἰ ἐλέγχει· ἂν δὲ προσλάβῃ τὴν ἀντίφασιν, λέγων ‘ἔστιν ἄρα σιγῶντα λέγειν καὶ μὴ
λέγειν’, δῆλος γίνεται. οὕτω γὰρ εἶπε τὸν ἔλεγχον γίνεσθαι ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν· ὃ καὶ αἰνιττόμενος εἶπεν ἄνευ γὰρ ἀντιφάσεως οὐκ ἦν ἔλεγχος.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.