οὔ. πάλαι γὰρ ἀμφίβολα καὶ ὁμώνυμα ἐρωτῶντες τὸν Πλάτωνα εὕρισκον αὐτὸν ἀποκρινόμενον τὴν ἀντίφασιν, τὸ ‘ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ’· ὅθεν καὶ ἠνάγκαζον αὐτὸν ἓν ἀποκρίνεσθαι, ἢ ναὶ ἢ οὔ, κατὰ τοὺς διαλεκτικούς. τοῦτο γοῦν, φησί, τὸ περισπούδαστον τοῖς σοφισταῖς ἐγίνετο ἂν νῦν, εἰ διαιροῦντες οἱ σοφισταὶ τὰ σημαινόμενα τῶν ὁμωνύμων ἠρώ|των f. 40r
τι περὶ ἑνὸς αὐτῶν, οἷον περὶ κυνὸς χερσαίου, εἰ καύματα ποιεῖ· πάντως γὰρ ἂν τότε ὁ ἀποκρινόμενος ἢ ναὶ ἡ οὒ ἀπεκρίθη. νῦν δὲ μὴ διαιρούντων ἀνάγκη τὸν ἐρωτώμενόν τι ὁμώνυμον προσαποκρίνεσθαι, τουτέστι δεῖ λέγειν ὅτι φαίνεται μέν, οὐκ ἔστι δέ, ἢ τὸ ἴσως ἢ τοιοῦτόν τι· οὕτως γὰρ ἂν κατάδηλος γίνεται, ὅτι οὐκ ἀρέσκεται τοῖς ἐρωτωμένοις
διὰ τὸ μὴ ἀληθέσιν εἶναι. ἢ γοῦν τὰ εἰρημένα ἀνάγκη τὸν ἐρωτώμενον προσαποκρίνεσθαι ἢ λέγειν τὴν ἀντίφασιν, τὸ ‘ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ’, καὶ οὕτως διορθοῦν τὴν μοχθηρίαν τῆς ἐρωτήσεως.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.