σοφιστικὰ ἀφανίζει τὸν κυρίως ἔλεγχον καὶ τὸν ἐλεγχόμενον ἄδηλον ποιεῖ. πολλάκις γάρ, εἰ διεῖλεν ὁ σοφιστὴς τὰ ὁμώνυμα καὶ ἠρώτησεν, ἐποίησεν ἄν ἔλεγχον κυρίως· οἷον εἰ διεῖλε τὰ τοῦ κυνὸς σημαινόμενα καὶ ἠρώτησέ τι περὶ ἑνὸς τούτων, ἠπάτησεν ἄν. νῦν δὲ μὴ ποιῶν τοῦτο πολλάκις συμπεραινόμενός τι ἄτοπον εὑρίσκει τὸν ἀποκρινόμενον
ἀνθιστάμενον καὶ λέγοντα μὴ ἐπὶ τούτου καταφῆσαι καθ’ οὗ ἀπέφησεν ὁ σοφιστής· καὶ ἴσως ἐφ’ οὗ ἔδωκεν ἐκεῖνος ὁ ἀποκρινόμενος, ἐπὶ τούτου συνεπεράνατο ἂν καὶ ὁ ἐρωτῶν. ὥστε ἄδηλον ποιεῖ τὸν ἐλεγχόμενον· ἄδηλον γὰρ εἰ ἀληθῆ νῦν λέγει ὁ ἀποκρινόμενος λέγων μὴ δοῦναι ἐπὶ τούτου ἐφ’ οὗ συνεπεράνατο ὁ σοφιστής. τοῦτο δὲ οὐκ ἂν
ἐγίνετο, εἰ διελὼν τὰ ὁμώνυμα ἠρώτα.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.