πάντα τὰ πρὸς τὴν κρύψιν ῥηθέντα πρότερον χρήσιμα καὶ πρὸς τοὺς 2 ἀγωνιστικοὺς λόγους”. δεύτερος τρόπος τοῦ ἐλέγχου, φησί, τὸ ἐπισπεύδειν ταχείας καὶ συντόμους ποιεῖσθαι τὰς ἐρωτήσεις· οἱ γὰρ ἀποχρινόμενοι ὑστερίζοντες καὶ μὴ δυνάμενοι ἀκριβῶς σκοπεῖν ἀπατηθήσονται· εἰ δὲ μέλλοιεν ἐφίστασθαι καὶ προσέχειν, ἀνόητοι νομίζονται. τρίτος
τρόπος ἐλέγχου τὸ ποιεῖν τὸν ἀποκρινόμενον ὀργίζεσθαι καὶ θυμοῦσθαι· ταραττόμενοι γάρ, φησίν, οἱ ἀποκρινόμενοι πάντες ἧττον δύνανται φυλάττεσθαι. ἔν τισι δὲ πάντα γράφεται· καὶ εἰ οὕτως ἔχει, δηλοῦται ὅτι οὐ δύνανται θυμούμενοι πάντα ὁρᾶν καὶ φυλάττεσθαι τὰ ἐρωτώμενα κἀντεῦθεν πρὸς ἀπάτην ἀπάγονται. τοῦ δὲ γινώσκειν, φησίν, ὅτι πρὸς
ὀργὴν ἐρωτᾶ, στοιχεῖα ἔστω σοι καὶ σημεῖα, καὶ τίνα ταῦτα, σαφῶς λέγει· ὥστε εἰ ταῦτα ποιεῖ, πρὸς ὀργὴν διαλέγεται.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.