πολλάκις ἀπηριθμημένα ἑπτὰ σοφίσματα, καὶ τρόποι οἱ δεκατρεῖς. ἔφασαν δέ τινες τρόπους, οὐ κατὰ λόγον ὡς οἶμαι, καὶ τὰ παρὰ τῶν σοφιστῶν σπουδαζόμενα, τὸ φαίνεσθαι ἐλέγχειν, τὸ εἰς ψεῦδος ἄγειν καὶ παράδοξον, τὸ εἰς ἀδολεσχίαν καὶ τὰ ἑξῆς. μέλλων δὲ εἰπεῖν, πῶς ὁ σοφιστὴς τάττει τὰς ἑαυτοῦ ἐρωτήσεις καὶ συντίθησι, καὶ περὶ τούτου πλατύτερον διαλαβεῖν
λέγει ὅτι, ὥσπερ ἐν τοῖς διαλεγομένοις οὐ μικρὰ συμβάλλεται τὸ προσηκόντως ταχθῆναι τὰ ἐρωτήματα (καὶ τοῦτο ἐδείξαμεν ἐν τῇ διαλεκτικῇ ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν), οὕτως ἔχει καὶ ἐν τοῖς ἀγωνιστικοῖς τῶν λόγων. ἐπεὶ γοῦν ὠφελεῖ καὶ τὸν ἀγωνιζόμενον τὸ οὕτως ἢ οὕτως τάττεσθαι τούτου τὰς ἐρωτήσεις, ἄγε δὴ καὶ περὶ τούτου εἴπωμεν. διάφοροι
δέ εἰσι τοῦ ἐλέγχειν τρόποι, καὶ εἷς μὲν τὸ μηκύνειν τὸν λόγον· χαλεπὸν γὰρ καὶ δύσκολόν ἐστι τῷ ἀποκρινομένῳ πάντα συνορᾶν ὡς μὴ συγχεθῆναι αὐτοῦ τὸν νοῦν καὶ δοῦναι ὃ βούλεται ὁ ἐρωτῶν.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.