Τῶν παρὰ Ἀριστοτέλους περὶ τοῦ ἐφ’ ἡμῖν.
ἐν τῷ γενητῷ σώματι ἐγγιγνομένης ἀπὸ τῆς πρὸς τὸ θεῖον γειτνιάσεως, ἣν καὶ φύσιν καλοῦμεν, τιμιώτατον ἄνθρωπός ἐστι·
τοῦτο τῶν τῇδε τῆς τελειοτάτης τῶν ψυχικῶν δυνάμεων, αὕτη δέ ἐστι νοῦς, καὶ μόνον ψυχὴν λογικὴν ἔχει, καθ’ ἣν βουλεύεσθαί τε καὶ ζητεῖν δύναται περὶ τῶν πρακτέων αὐτῷ, καὶ οὐ παραπλήσιόν ἐστι τοῖς
ἄλλοις ζῴοις, ἃ τῷ μὴ κοινωνεῖν τῆς τοιᾶσδε δυνάμεως ἄλογα καλοῦμεν, ταῖς προσπιπτούσαις φαντασίαις ἑπόμενά τε καὶ συγκατατιθέμενα καὶ ἀνεξετάστως
ἕκαστον, ὧν πράττει, ποιοῦντα.
βουλῆς ἔρχεται.
γενέσθαι καὶ μὴ γενέσθαι, καὶ ὧν αἰτία διάνοια.
καὶ ἔστιν ἀρχὴ καὶ αἰτία τῶν δι’ αὐτοῦ πραττομένων ὁ ἄνθρωπος, τοῦτο παρὰ τῆς φύσεως ἐξαίρετον ἔχων παρὰ τὰ ἄλλα πάντα τὰ γιγνόμενα πρὸς αὐτῆς, ὅτι καὶ μόνον λογικόν ἐστι φύσει καὶ βουλευτικόν.
ἐν τούτῳ τὸ εἶναι ἔχει.
καὶ τῆς βουλήσεώς τε καὶ τοιᾶσδε κρίσεως τοῦ τε ἀνθρώπου αἴτιον ἄλλο
τι ποιητικὸν προκαταβεβλημένον εἴη (οὐ γὰρ ἂν ἔτι ἀρχὴ μένοι), ἀλλὰ τῶν μὲν πραττομένων ὑφ’ αὑτοῦ αὐτὸς αἴτιος καὶ ἡ κρίσις τε καὶ προαί ρεσις καὶ ἡ ποιητικὴ τούτων αἰτία, αὐτῶν δὲ ἐκείνων οὐκέτι ἄλλο τι.
τοῦ δὲ τάδε ἢ τάδε προαιρεῖσθαι οὔ, καὶ τοῦτο γὰρ εἶναι τουτέστιν αὐτῷ
τὸ τὴν τοιάνδε ἔχειν δύναμιν ἐν αὐτῷ).
προκρῖναί τι καὶ τὸ προκριθὲν ἑλέσθαι.
τοῦ πράττειν τόδε τι μὴ τὴν βουλήν, ἀλλὰ τὴν φαντασίαν αἰτιᾶσθαι ἀναιρεῖν ἐστι τὴν βουλήν, ἥν τε ἔχομεν ὡς οὔσης τινὸς τὴν φαντασίαν αἰτίαν.
τῆς δὲ ὁρμῆς ἡ κρίσις, ἡ δὲ ὁρμὴ τῶν πραττομένων, οὐδὲν ἐν τούτοις ἐστὶν ἀναίτιον.
τοῦ τόδε τι ἐκ τῆς βουλῆς προκρῖναι ἀνελεῖν ἐστι τὴν βουλήν.
των δὲ τὸ μὲν ἀναιτίως τι γίγνεσθαι ἀδύνατον εἶναι, τὸ δὲ ταὐτὰ αἱρεῖσθαι τῶν αὐτῶν περιεστώτων δεικτικὸν εἶναι τοῦ τὰ ἐκτὸς αἴτια κύρια
τῶν ὑφ’ ἡμῶν πραττομένων εἶναι, οὐχ ὑγιές.
καὶ ἡ κρίσις καὶ ὁ ἄνθρωπος τῆς τοιαύτης πράξεως αἴτιος, ἔχων ἐν αὐτῷ τὴν ἐξουσίαν τοῦ βουλεύεσθαι περὶ τῶν περιεστώτων, ἔχει καὶ τὸ δύνασθαι ἐκ τῶν αὐτῶν μὴ τὰ αὐτὰ αἱρεῖσθαι.
οὐδέ ἐστιν αἴτημα τὸ λεγόμενον.
ἀεὶ ταὐτὸν αὐτὸν αἱρεῖσθαι τὴν αὐτήν γε σχέσιν ἔχοντα ἀεὶ καὶ φυλάττοντα πρὸς τὸν προκείμενον αὐτῷ σκοπόν, πρὸς ὃν ὁρῶν ἐποιεῖτο τὴν 3 κρίσιν αὐτῶν.
δὲ τὰ περιεστῶτα ὁμοίαν τὴν σχέσιν ἔχει πρὸς τούτων ἕκαστον, τὴν κρίσιν αὐτῶν καὶ τὴν ἐξ αὐτῶν αἵρεσιν ποιούμενος ποτὲ μὲν πρὸς τὸ ἡδύ, ποτὲ δὲ πρὸς τὸ καλόν, ἄλλοτε δὲ πρὸς τὸ συμφέρον καὶ οὐκ ἀεὶ ταὐτὰ πράξει
οὐδὲ ἀεὶ ταὐτὰ αἱρήσεται τῶν αὐτῶν περιεστώτων ἁπάντων, ἀλλ’ ἑκάστοτε ταῦτα τὰ πρὸς τὸν κριθέντα σκοπὸν μάλιστα συντείνειν δοκοῦντα.
δ’ ἂν διὰ τούτου καὶ ὁ τῇ φαντασίᾳ τὴν αἰτίαν ἀνατιθεὶς τῶν πραττομένων λόγος, διότι παρὰ τὸ φαινόμενον ἄμεινον αὐτῷ οὐδεὶς ἄν τι πράξαι ποτέ.
αἴτια·
καὶ τὸ μὴ δοκοῦν εὔλογον ἑλέσθαι.
ὅμοιοι, καθ’ ἣν βουλευόμεθα, οὐκ ἀςὶ τὰ αὐτὰ αἱρησόμεθα ἐκ τῶν περιεστώτων ὄντων ὁμοίων.
ἐκ τοῦ καταγιγνώσκειν τινῶν, ἐκ τοῦ προτρέπειν, ἐκ τοῦ ἐπαινεῖν,
ἐκ τοῦ ψέγειν, ἐκ τοῦ τιμᾶν, ἐκ τοῦ κολάζειν, ἐκ τοῦ διδάσκειν, ἐκ τοῦ κελεύειν, ἐκ τοῦ μαντεύεσθαι, ἐκ τοῦ εὔχεσθαι, ἐκ τοῦ ἐθίζειν, ἐκ τοῦ νομοθετεῖν.
τὴν ἀρχὴν ἔχομεν, δι’ ἃ καὶ τὰς αἱρέσεις διαφόρους ποιούμεθα, δῆλον ἐκ
τοῦ διὰ τῶν ἐθῶν ἡμᾶς ποιοὺς γίγνεσθαι, τῶν δὲ ἐθῶν τὰ πλεῖστα ἐφ’ ἡμῖν εἶναι.
δὲ ἄδικα, καὶ τίνα μὲν καλά, τίνα δὲ αἰσχρά.
ἐπὶ τὸ διὰ τῶν ἐθῶν αὑτοὺς προάγειν τῷ προκειμένῳ τρέπονται, ὡς οὐκ ἀγνοοῦντες τὴν τῶν ἐθῶν ἰσχὺν πρὸς τὸ τῶν προκειμένων τυγχάνειν.
τίνι γὰρ ἄδηλον, ὅτι διὰ τοῦ τὰ σωφρονικὰ ποιεῖν περιγίνεται τὸ σωφρονεῖν;
αἱ δὲ εὐφυίαι τε πρός τινα καὶ ἀφυΐαι ἔστ’ ἂν ἐν τῇ οἰκείᾳ φύσει τηρῶσιν τὸν ἄνθρωπον, πρὸς εὐκολωτέραν ἀνάληψιν τούτων συντελοῦσιν μόνον ἢ χαλεπωτέραν, πρὸς ἃ πεφύκασιν εὖ τε καὶ κακῶς.
πολλῶν καλῶς πρὸς ἀρετὴν πεφυκότων φαυλότερόν τινες πεφυκότες ἀμείνους γίγνονται πολλάκις τὴν ἔνδειαν τῆς φύσεως ἰασάμενοι τῇ παῤ αὐτῶν
ἐξουσίᾳ.
De anima libri mantissa. Alexander of Aphrodisias. ed. Ivo Bruns. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.