Τῶν παρὰ Ἀριστοτέλους περὶ τοῦ ἐφ᾿ ἡμῖν.
1ὁμοία πάντων, ἀλλ᾿ ἔχει διαφοράν (φύσει γὰρ εὐφυεῖς τινες, οἱ δ᾿ ἀφυεῖς·
τὴν αὐτὴν αἰτίαν εἶναι τῶν ἀντικειμένων, ἀλλ᾿, εἰ τοῦτο, ἐξ ἀνάγκης πάντα
τὰ γιγνόμενα γίγνεται.
κίνησις ὡς ἐν τῷ πέμπτῳ λέγεται τῶν Μετὰ τὰ φυσικά. ἡ δὲ κατασκευὴ τοῦ εἶναι ἀναίτιον κίνησίν ἐστιν, εἰ δειχθείη ἐν τοῖς οὖσιν τὸ μὴ ὂν παρεσπαρμένον πως αὐτοῖς καὶ συνοδεῦον.
ἐν τοῖς οὖσιν, ἔστι τὸ κατὰ συμβεβηκὸς ὄν.
οὗ ὄντος δεδειγμένον ἂν εἴη τὸ προκείμενον.
ἀτονία τε καὶ ἀσθένεια τοῖς μὴ ἀιδίοις ἐγγιγνομένη κωλύει αὐτὰ ἀεί τε 3 εἶναι καὶ ὁμοίως ἔχειν ἀεί.
καὶ ἀνάπαλιν δὲ ὑγιές ἐστι ληφθέν·
μὴ ὂν ἐν τοῖς ἐν γενέσει παρεσπαρμένον καὶ μεμιγμένον, τῶν δὲ γιγνομένων αἴτιά τινα προηγεῖται οὐδ’ αὐτὰ ὄντα ἀίδια, ἔστι καὶ ἐν τοῖς αἰτίοις τι τοῦ μὴ ὄντος καὶ τοῦτ’ ἔστιν, ὃ λέγομεν κατὰ συμβεβηκὸς αἴτιον.
τὸ γὰρ κατὰ συμβεβηκὸς ὂν ἐν τοῖς αὐτοῖς, ὅταν ὡς αἰτίοις ᾖ, κατὰ συμβεβηκὸς αἴτιον ἂν εἴη.
ἐπακολουθῆσαν τούτῳ ἀναιτίως ἐγένετο·
δὲ ἐν μὲν τοῖς ἐκτὸς αἰτίοις γενόμενον τὴν τύχην ἐποίησεν καὶ τὸ αὐτόματον, ἐν δὲ τοῖς ἐν ἡμῖν τὸ ἐφ’ ἡμῖν.
τῆς θνητῆς φύσεως·
ἡ τοῦ μὴ ὄντος φύσις, ὡς εἶπον, ἐν οἷς ἂν ᾖ ταῦτα, ἀφαιρεῖται τὴν ἀιδιότητα καὶ τὴν κατὰ τὰ αὐτὰ ἀεὶ ἐνέργειαν.
πάντως ἂν τοῦ γενέσθαι τοῦτο τὴν ἀνάγκην παρεῖχεν.
ἔστιν δὲ τὸ μὴ ὂν ἐγκεκραμένον τοῖς οὖσιν οὔτε πολλοῖς, οὔτε, ἐν οἷς ἐστι, πολύ τι, ἀλλὰ καὶ ἐν ὀλίγοις τῶν ὄντων καὶ ὀλίγον·
ὄντων ἐν τούτοις, ἐν οἷς τὸ μὴ ἀίδιον (τοῦτο δέ ἐστι τὸ περὶ τὴν γῆν, καὶ ὁ τόπος οὗτος ἐλάχιστός ἐστιν ὡς πρὸς πάντα τὸν κόσμον·
γενέσει οὖσιν τὸ μὲν ἐπὶ πολύ ἐστιν, οὗ ἡ φύσις αἰτία, ὅσον δὲ παραλύεται 4 τῆς φύσεως καὶ τῆς δυνάμεως αὐτῆς πρὸς τὸ ἐξ ἀνάγκης τὰ κατ’ αὐτὴν γίγνεσθαι γιγνόμενα (τοῦτό ἐστι τὸ ἐπ᾿ ἔλαττον, ἐν ᾧ τὸ ἐνδεχόμενον καὶ ἄλλως ἔχειν), περὶ τοῦτό ἐστι καὶ ἡ ἀπὸ τοῦ μὴ ὄντος ἀσθένεια.
τὸ ἐν τοῖς ἐπὶ πολύ, καθόσον οὕτως ἔχει, ἀλλ’ ἐν τοῖς ἀντικειμένοις αὐτοῖς.
καὶ αὐτόματα καὶ κυρίως λεγόμενα ἐφ’ ἡμῖν.
ἐφ’ ἡμῖν οὕτως σώζουσιν, γιγνόμεναι διὰ φύσεως ἀσθένειαν καὶ ἔστι τὸ ἐφ’ ἡμῖν τοῦτο, οὗ καὶ τὸ ἀντικείμενον ἐνεδέχετο προελέσθαι τὸν τοῦτο προῃρημένον.
τὴν τοῦ μὴ ὄντος ἐν τῷ ὄντι μῖξίν τε καὶ συμπλοκήν.
De anima libri mantissa. Alexander of Aphrodisias. ed. Ivo Bruns. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.