Ὅτι ἀντακολουθοῦσιν αἱ ἀρεταί.
ᾗ ἀδύνατον μίαν τινὰ ἐξ αὐτῶν ἔχειν ὁλόκληρον μὴ καὶ τὰς ἄλλας ἔχοντα.
ὁ μὲν ἀκόλαστος ἔνθα περιέλκει τι τῶν ἡδέων αὐτόν, ὁ δὲ δειλὸς ἔνθα φοβερὸν ἀπειλεῖταί τι τὰ δίκαια πράξαντι, ὁ δὲ φιλοχρήματος ἔνθα λήμματος ἐλπίς, καὶ ὅλως πᾶσα κακία τῇ κατ᾿ αὐτὴν ἐνεργείᾳ λυμαίνεταί τι
τοῦ δικαίου), ἀλλ᾿ οὐδὲ ἀνδρεῖον οἷόν τε τὸν ἀκόλαστον ἢ τὸν ἄδικον εἶναι ἢ τὸν ἄλλην τινὰ κακίαν ἔχοντα·
ὑπὸ τούτων τῶν κακιῶν γινομένους ἰδεῖν ἐστιν.
καὶ σωφρόνως ἐνεργεῖν τὸν δειλὸν ἢ τὸν ἄδικον;
τῆς ἀρετῆς ἐνέργειαν, ὥστ᾿ οὐδὲ ταύτην ἂν ἔχοι τις, ἣν οἴεται, μὴ δυνάμενος ἐν πᾶσιν τοῖς καιροῖς καὶ πρὸς πάντα αὐτῇ χρῆσθαι, πρὸς ἅ ἐστιν ἡ κατὰ ταύτην ἐνέργεια.
καὶ ἀγαθὸς σκυτεὺς καὶ ἀγαθὸς γεωμέτρης καλεῖται τὸ ὅλον τοῦτο), ὁ δὲ τὴν ἀρετὴν ἔχων ἁπλῶς καὶ χωρὶς προσθήκης ἀγαθὸς καλεῖται (ἀδύνατον
δὲ ἀπλῶς ἀγαθὸν εἶναι τὸν μὴ κατὰ πάντα ἀγαθόν), ἀδύνατον ἄρα μίαν τινὰ μόνην ἀρετὴν ἔχειν.
εἴη καὶ ἁπλῶς ἀγαθός·
κακία πρὸς κακοδαιμονίαν, εἴη ἂν καὶ μία κακία αὐτάρκης πρὸς κακοδαιμονίαν.
τὸν δὲ κακοδαίμονα πῶς οἷόν τε λέγειν ἔχειν ἀρετήν τινα;
μηκέτι δὲ καὶ τὸ ἐν δικαιοσύνῃ, οὐδὲ τὸ ἐν ἀνδρείᾳ ἂν καλὸν ἡ καλὸν
μεταδιώκοι.
οἰκείως ἔχει, οὕτως δὲ καὶ ὁ φιλόκαλος πᾶν καλὸν αἱρεῖταί τε καὶ ἀσπάζεται.
περὶ ἃ διαφέρουσιν (σκοπὸς μὲν γὰρ πάσαις αὐταῖς εἷς τὸ καλὸν πρόκειται, ἡ δὲ διαφορὰ αὐταῖς καθὸ ἡ μὲν περὶ τάδε τὰ πάθη, θάρρη φέῤ εἰπεῖν καὶ φόβους, ἡ δὲ περὶ τὰς δι᾿ ἁφῆς ἡδονάς, ἄλλη δὲ περί τινα ἄλλα), ὁ
μίαν ἔχων ἀρετὴν καὶ τὸν κοινὸν πάσης ἀρετῆς σκοπὸν τὸ καλὸν ἔχει.
τῆς ἐκείνου, εἴη ἂν καὶ ἡ ἀνθρώπου ἀρετὴ ἀκρότης ἀνθρώπου φύσεώς τε
καὶ ψυχῆς.
ὑφίστασθαι δύνασθαι ἀρεταὶ πᾶσαι καθ᾿ ἑκάστην καλοῦνται, ἀλλὰ τῷ δυνάμεώς τε εἶναι ἄλλης καὶ περὶ ὕλην ἄλλην ἐνεργεῖν.
τέλειος ἀρετή, μέρη δὲ αὐτῆς ἀνδρεία σωφροσύνη δικαιοσύνη τῶν λοιπῶν ἑκάστη, οὐχ ἀπλῶς ἀρεταὶ οὖσαι, ἀλλὰ περὶ τάδε καὶ μετὰ προσθήκης·
λαμβανόμενα τότε ἐστὶ μέρη, ὅταν ᾖ συμπληροῦντα τὸ ὅλον, χωρισθέντα δὲ καὶ καθ᾿ αὑτὰ γενόμενα οὐκέτι μέρη.
οὐδὲ τὸν καλοῦ τινος χάριν πράσσοντά τινα περὶ μίαν ὕλην ἀρετήν τις ἂν ἔχειν λέγοι, εἰ μὴ πανταχοῦ καὶ ἐν πᾶσιν ὁμοίως τὸ καλὸν διώκοι.
γνωρίζοντα αὐτὰ καὶ εἰδότα, οὔτε γνῶναι τἀγαθὰ οἷόν τε ὅτι ἐστὶν ἀγαθὰ
μὴ αἱρούμενον αὐτὰ καὶ πρόσκλισιν ἔχοντα πρὸς αὐτά·
εἰδέναι φαμὲν) καὶ ἔστι τὸ μὲν εἰδέναι τῆς φρονήσεως, τὸ δὲ αἱρεῖσθαι τῶν ἠθικῶν ἀρετῶν, ἕποιντ᾿ ἂν τῇ φρονήσει αἱ ἠθικαὶ ἀρεταί·
ὀρθὸν λόγον τουτέστιν κατὰ φρόνησιν.
τὸ δὲ γνωρίζειν τὰ συντείνοντα πρὸς τοῦτον τῆς φρονήσεως, πῶς ἂν
εἴη κεχωρισμένη;
πᾶσιν ὧν χρὴ πράττειν γνωριστικός τε καὶ κριτικὸς καὶ πρακτικὸς ὁ φρόνιμος.
ἐν πᾶσιν ἄρα ἕξει τοῖς πρακτοῖς ὑγιᾶ τὸν προκείμενον σκοπόν.
πάντα σκοπὸν τὰ συντείνοντα συνορᾶν, φρονίμου δὲ τὰ πρὸς τὸν ἄριστον.
ἀρετὰς ἑαυτῇ (εἴ γέ ἐστιν ἕξις κατὰ λόγον πρακτικὴ περὶ πάντα τὰ ἀνθρώπου ᾗ ἄνθρωπος ἀγαθά, οὐ τάδε μέν, τάδε δὲ οὔ, ἀλλὰ πάντα), πᾶσαι
ἂν ἕποιντο αἱ ἀρεταὶ τῇ φρονήσει.
De anima libri mantissa. Alexander of Aphrodisias. ed. Ivo Bruns. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.